HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Genesis 5

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50]

5:1 αυτη η βιβλος γενεσεως ανθρωπων η ημερα εποιησεν ο θεος τον αδαμ κατ' εικονα θεου εποιησεν αυτον

5:2 αρσεν και θηλυ εποιησεν αυτους και ευλογησεν αυτους και επωνομασεν το ονομα αυτων αδαμ η ημερα εποιησεν αυτους

5:3 εζησεν δε αδαμ διακοσια και τριακοντα ετη και εγεννησεν κατα την ιδεαν αυτου και κατα την εικονα αυτου και επωνομασεν το ονομα αυτου σηθ

5:4 εγενοντο δε αι ημεραι αδαμ μετα το γεννησαι αυτον τον σηθ επτακοσια ετη και εγεννησεν υιους και θυγατερας

5:5 και εγενοντο πασαι αι ημεραι αδαμ ας εζησεν εννακοσια και τριακοντα ετη και απεθανεν

5:6 εζησεν δε σηθ διακοσια και πεντε ετη και εγεννησεν τον ενως

5:7 και εζησεν σηθ μετα το γεννησαι αυτον τον ενως επτακοσια και επτα ετη και εγεννησεν υιους και θυγατερας

5:8 και εγενοντο πασαι αι ημεραι σηθ εννακοσια και δωδεκα ετη και απεθανεν

5:9 και εζησεν ενως εκατον ενενηκοντα ετη και εγεννησεν τον καιναν

5:10 και εζησεν ενως μετα το γεννησαι αυτον τον καιναν επτακοσια και δεκα πεντε ετη και εγεννησεν υιους και θυγατερας

5:11 και εγενοντο πασαι αι ημεραι ενως εννακοσια και πεντε ετη και απεθανεν

5:12 και εζησεν καιναν εκατον εβδομηκοντα ετη και εγεννησεν τον μαλελεηλ

5:13 και εζησεν καιναν μετα το γεννησαι αυτον τον μαλελεηλ επτακοσια και τεσσαρακοντα ετη και εγεννησεν υιους και θυγατερας

5:14 και εγενοντο πασαι αι ημεραι καιναν εννακοσια και δεκα ετη και απεθανεν

5:15 και εζησεν μαλελεηλ εκατον και εξηκοντα πεντε ετη και εγεννησεν τον ιαρεδ

5:16 και εζησεν μαλελεηλ μετα το γεννησαι αυτον τον ιαρεδ επτακοσια και τριακοντα ετη και εγεννησεν υιους και θυγατερας

5:17 και εγενοντο πασαι αι ημεραι μαλελεηλ οκτακοσια και ενενηκοντα πεντε ετη και απεθανεν

5:18 και εζησεν ιαρεδ εκατον και εξηκοντα δυο ετη και εγεννησεν τον ενωχ

5:19 και εζησεν ιαρεδ μετα το γεννησαι αυτον τον ενωχ οκτακοσια ετη και εγεννησεν υιους και θυγατερας

5:20 και εγενοντο πασαι αι ημεραι ιαρεδ εννακοσια και εξηκοντα δυο ετη και απεθανεν

5:21 και εζησεν ενωχ εκατον και εξηκοντα πεντε ετη και εγεννησεν τον μαθουσαλα

5:22 ευηρεστησεν δε ενωχ τω θεω μετα το γεννησαι αυτον τον μαθουσαλα διακοσια ετη και εγεννησεν υιους και θυγατερας

5:23 και εγενοντο πασαι αι ημεραι ενωχ τριακοσια εξηκοντα πεντε ετη

5:24 και ευηρεστησεν ενωχ τω θεω και ουχ ηυρισκετο οτι μετεθηκεν αυτον ο θεος

5:25 και εζησεν μαθουσαλα εκατον και εξηκοντα επτα ετη και εγεννησεν τον λαμεχ

5:26 και εζησεν μαθουσαλα μετα το γεννησαι αυτον τον λαμεχ οκτακοσια δυο ετη και εγεννησεν υιους και θυγατερας

5:27 και εγενοντο πασαι αι ημεραι μαθουσαλα ας εζησεν εννακοσια και εξηκοντα εννεα ετη και απεθανεν

5:28 και εζησεν λαμεχ εκατον ογδοηκοντα οκτω ετη και εγεννησεν υιον

5:29 και επωνομασεν το ονομα αυτου νωε λεγων ουτος διαναπαυσει ημας απο των εργων ημων και απο των λυπων των χειρων ημων και απο της γης ης κατηρασατο κυριος ο θεος

5:30 και εζησεν λαμεχ μετα το γεννησαι αυτον τον νωε πεντακοσια και εξηκοντα πεντε ετη και εγεννησεν υιους και θυγατερας

5:31 και εγενοντο πασαι αι ημεραι λαμεχ επτακοσια και πεντηκοντα τρια ετη και απεθανεν

5:32 και ην νωε ετων πεντακοσιων και εγεννησεν νωε τρεις υιους τον σημ τον χαμ τον ιαφεθ

 

Created with FREE HTMLCompiler by BibleDatabase