HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Genesis 8

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50]

8:1 και εμνησθη ο θεος του νωε και παντων των θηριων και παντων των κτηνων και παντων των πετεινων και παντων των ερπετων οσα ην μετ' αυτου εν τη κιβωτω και επηγαγεν ο θεος πνευμα επι την γην και εκοπασεν το υδωρ

8:2 και επεκαλυφθησαν αι πηγαι της αβυσσου και οι καταρρακται του ουρανου και συνεσχεθη ο υετος απο του ουρανου

8:3 και ενεδιδου το υδωρ πορευομενον απο της γης ενεδιδου και ηλαττονουτο το υδωρ μετα πεντηκοντα και εκατον ημερας

8:4 και εκαθισεν η κιβωτος εν μηνι τω εβδομω εβδομη και εικαδι του μηνος επι τα ορη τα αραρατ

8:5 το δε υδωρ πορευομενον ηλαττονουτο εως του δεκατου μηνος εν δε τω ενδεκατω μηνι τη πρωτη του μηνος ωφθησαν αι κεφαλαι των ορεων

8:6 και εγενετο μετα τεσσαρακοντα ημερας ηνεωξεν νωε την θυριδα της κιβωτου ην εποιησεν

8:7 και απεστειλεν τον κορακα του ιδειν ει κεκοπακεν το υδωρ και εξελθων ουχ υπεστρεψεν εως του ξηρανθηναι το υδωρ απο της γης

8:8 και απεστειλεν την περιστεραν οπισω αυτου ιδειν ει κεκοπακεν το υδωρ απο προσωπου της γης

8:9 και ουχ ευρουσα η περιστερα αναπαυσιν τοις ποσιν αυτης υπεστρεψεν προς αυτον εις την κιβωτον οτι υδωρ ην επι παντι προσωπω πασης της γης και εκτεινας την χειρα αυτου ελαβεν αυτην και εισηγαγεν αυτην προς εαυτον εις την κιβωτον

8:10 και επισχων ετι ημερας επτα ετερας παλιν εξαπεστειλεν την περιστεραν εκ της κιβωτου

8:11 και ανεστρεψεν προς αυτον η περιστερα το προς εσπεραν και ειχεν φυλλον ελαιας καρφος εν τω στοματι αυτης και εγνω νωε οτι κεκοπακεν το υδωρ απο της γης

8:12 και επισχων ετι ημερας επτα ετερας παλιν εξαπεστειλεν την περιστεραν και ου προσεθετο του επιστρεψαι προς αυτον ετι

8:13 και εγενετο εν τω ενι και εξακοσιοστω ετει εν τη ζωη του νωε του πρωτου μηνος μια του μηνος εξελιπεν το υδωρ απο της γης και απεκαλυψεν νωε την στεγην της κιβωτου ην εποιησεν και ειδεν οτι εξελιπεν το υδωρ απο προσωπου της γης

8:14 εν δε τω μηνι τω δευτερω εβδομη και εικαδι του μηνος εξηρανθη η γη

8:15 και ειπεν κυριος ο θεος τω νωε λεγων

8:16 εξελθε εκ της κιβωτου συ και η γυνη σου και οι υιοι σου και αι γυναικες των υιων σου μετα σου

8:17 και παντα τα θηρια οσα εστιν μετα σου και πασα σαρξ απο πετεινων εως κτηνων και παν ερπετον κινουμενον επι της γης εξαγαγε μετα σεαυτου και αυξανεσθε και πληθυνεσθε επι της γης

8:18 και εξηλθεν νωε και η γυνη αυτου και οι υιοι αυτου και αι γυναικες των υιων αυτου μετ' αυτου

8:19 και παντα τα θηρια και παντα τα κτηνη και παν πετεινον και παν ερπετον κινουμενον επι της γης κατα γενος αυτων εξηλθοσαν εκ της κιβωτου

8:20 και ωκοδομησεν νωε θυσιαστηριον τω θεω και ελαβεν απο παντων των κτηνων των καθαρων και απο παντων των πετεινων των καθαρων και ανηνεγκεν ολοκαρπωσεις επι το θυσιαστηριον

8:21 και ωσφρανθη κυριος ο θεος οσμην ευωδιας και ειπεν κυριος ο θεος διανοηθεις ου προσθησω ετι του καταρασασθαι την γην δια τα εργα των ανθρωπων οτι εγκειται η διανοια του ανθρωπου επιμελως επι τα πονηρα εκ νεοτητος ου προσθησω ουν ετι παταξαι πασαν σαρκα ζωσαν καθως εποιησα

8:22 πασας τας ημερας της γης σπερμα και θερισμος ψυχος και καυμα θερος και εαρ ημεραν και νυκτα ου καταπαυσουσιν

 

Created with FREE HTMLCompiler by BibleDatabase