HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Genesis 10

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50]

10:1 αυται δε αι γενεσεις των υιων νωε σημ χαμ ιαφεθ και εγενηθησαν αυτοις υιοι μετα τον κατακλυσμον

10:2 υιοι ιαφεθ γαμερ και μαγωγ και μαδαι και ιωυαν και ελισα και θοβελ και μοσοχ και θιρας

10:3 και υιοι γαμερ ασχαναζ και ριφαθ και θοργαμα

10:4 και υιοι ιωυαν ελισα και θαρσις κιτιοι ροδιοι

10:5 εκ τουτων αφωρισθησαν νησοι των εθνων εν τη γη αυτων εκαστος κατα γλωσσαν εν ταις φυλαις αυτων και εν τοις εθνεσιν αυτων

10:6 υιοι δε χαμ χους και μεσραιμ φουδ και χανααν

10:7 υιοι δε χους σαβα και ευιλα και σαβαθα και ρεγμα και σαβακαθα υιοι δε ρεγμα σαβα και δαδαν

10:8 χους δε εγεννησεν τον νεβρωδ ουτος ηρξατο ειναι γιγας επι της γης

10:9 ουτος ην γιγας κυνηγος εναντιον κυριου του θεου δια τουτο ερουσιν ως νεβρωδ γιγας κυνηγος εναντιον κυριου

10:10 και εγενετο αρχη της βασιλειας αυτου βαβυλων και ορεχ και αρχαδ και χαλαννη εν τη γη σεννααρ

10:11 εκ της γης εκεινης εξηλθεν ασσουρ και ωκοδομησεν την νινευη και την ροωβωθ πολιν και την χαλαχ

10:12 και την δασεμ ανα μεσον νινευη και ανα μεσον χαλαχ αυτη η πολις η μεγαλη

10:13 και μεσραιμ εγεννησεν τους λουδιιμ και τους ενεμετιιμ και τους λαβιιμ και τους νεφθαλιιμ

10:14 και τους πατροσωνιιμ και τους χασλωνιιμ οθεν εξηλθεν εκειθεν φυλιστιιμ και τους καφθοριιμ

10:15 χανααν δε εγεννησεν τον σιδωνα πρωτοτοκον και τον χετταιον

10:16 και τον ιεβουσαιον και τον αμορραιον και τον γεργεσαιον

10:17 και τον ευαιον και τον αρουκαιον και τον ασενναιον

10:18 και τον αραδιον και τον σαμαραιον και τον αμαθι και μετα τουτο διεσπαρησαν αι φυλαι των χαναναιων

10:19 και εγενοντο τα ορια των χαναναιων απο σιδωνος εως ελθειν εις γεραρα και γαζαν εως ελθειν σοδομων και γομορρας αδαμα και σεβωιμ εως λασα

10:20 ουτοι υιοι χαμ εν ταις φυλαις αυτων κατα γλωσσας αυτων εν ταις χωραις αυτων και εν τοις εθνεσιν αυτων

10:21 και τω σημ εγενηθη και αυτω πατρι παντων των υιων εβερ αδελφω ιαφεθ του μειζονος

10:22 υιοι σημ αιλαμ και ασσουρ και αρφαξαδ και λουδ και αραμ και καιναν

10:23 και υιοι αραμ ως και ουλ και γαθερ και μοσοχ

10:24 και αρφαξαδ εγεννησεν τον καιναν και καιναν εγεννησεν τον σαλα σαλα δε εγεννησεν τον εβερ

10:25 και τω εβερ εγενηθησαν δυο υιοι ονομα τω ενι φαλεκ οτι εν ταις ημεραις αυτου διεμερισθη η γη και ονομα τω αδελφω αυτου ιεκταν

10:26 ιεκταν δε εγεννησεν τον ελμωδαδ και τον σαλεφ και ασαρμωθ και ιαραχ

10:27 και οδορρα και αιζηλ και δεκλα

10:28 και αβιμεηλ και σαβευ

10:29 και ουφιρ και ευιλα και ιωβαβ παντες ουτοι υιοι ιεκταν

10:30 και εγενετο η κατοικησις αυτων απο μασση εως ελθειν εις σωφηρα ορος ανατολων

10:31 ουτοι υιοι σημ εν ταις φυλαις αυτων κατα γλωσσας αυτων εν ταις χωραις αυτων και εν τοις εθνεσιν αυτων

10:32 αυται αι φυλαι υιων νωε κατα γενεσεις αυτων κατα τα εθνη αυτων απο τουτων διεσπαρησαν νησοι των εθνων επι της γης μετα τον κατακλυσμον

 

Created with FREE HTMLCompiler by BibleDatabase