HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Genesis 11

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50]

11:1 και ην πασα η γη χειλος εν και φωνη μια πασιν

11:2 και εγενετο εν τω κινησαι αυτους απο ανατολων ευρον πεδιον εν γη σεννααρ και κατωκησαν εκει

11:3 και ειπεν ανθρωπος τω πλησιον δευτε πλινθευσωμεν πλινθους και οπτησωμεν αυτας πυρι και εγενετο αυτοις η πλινθος εις λιθον και ασφαλτος ην αυτοις ο πηλος

11:4 και ειπαν δευτε οικοδομησωμεν εαυτοις πολιν και πυργον ου η κεφαλη εσται εως του ουρανου και ποιησωμεν εαυτοις ονομα προ του διασπαρηναι επι προσωπου πασης της γης

11:5 και κατεβη κυριος ιδειν την πολιν και τον πυργον ον ωκοδομησαν οι υιοι των ανθρωπων

11:6 και ειπεν κυριος ιδου γενος εν και χειλος εν παντων και τουτο ηρξαντο ποιησαι και νυν ουκ εκλειψει εξ αυτων παντα οσα αν επιθωνται ποιειν

11:7 δευτε και καταβαντες συγχεωμεν εκει αυτων την γλωσσαν ινα μη ακουσωσιν εκαστος την φωνην του πλησιον

11:8 και διεσπειρεν αυτους κυριος εκειθεν επι προσωπον πασης της γης και επαυσαντο οικοδομουντες την πολιν και τον πυργον

11:9 δια τουτο εκληθη το ονομα αυτης συγχυσις οτι εκει συνεχεεν κυριος τα χειλη πασης της γης και εκειθεν διεσπειρεν αυτους κυριος ο θεος επι προσωπον πασης της γης

11:10 και αυται αι γενεσεις σημ σημ υιος εκατον ετων οτε εγεννησεν τον αρφαξαδ δευτερου ετους μετα τον κατακλυσμον

11:11 και εζησεν σημ μετα το γεννησαι αυτον τον αρφαξαδ πεντακοσια ετη και εγεννησεν υιους και θυγατερας και απεθανεν

11:12 και εζησεν αρφαξαδ εκατον τριακοντα πεντε ετη και εγεννησεν τον καιναν

11:13 και εζησεν αρφαξαδ μετα το γεννησαι αυτον τον καιναν ετη τετρακοσια τριακοντα και εγεννησεν υιους και θυγατερας και απεθανεν και εζησεν καιναν εκατον τριακοντα ετη και εγεννησεν τον σαλα και εζησεν καιναν μετα το γεννησαι αυτον τον σαλα ετη τριακοσια τριακοντα και εγεννησεν υιους και θυγατερας και απεθανεν

11:14 και εζησεν σαλα εκατον τριακοντα ετη και εγεννησεν τον εβερ

11:15 και εζησεν σαλα μετα το γεννησαι αυτον τον εβερ τριακοσια τριακοντα ετη και εγεννησεν υιους και θυγατερας και απεθανεν

11:16 και εζησεν εβερ εκατον τριακοντα τεσσαρα ετη και εγεννησεν τον φαλεκ

11:17 και εζησεν εβερ μετα το γεννησαι αυτον τον φαλεκ ετη τριακοσια εβδομηκοντα και εγεννησεν υιους και θυγατερας και απεθανεν

11:18 και εζησεν φαλεκ εκατον τριακοντα ετη και εγεννησεν τον ραγαυ

11:19 και εζησεν φαλεκ μετα το γεννησαι αυτον τον ραγαυ διακοσια εννεα ετη και εγεννησεν υιους και θυγατερας και απεθανεν

11:20 και εζησεν ραγαυ εκατον τριακοντα δυο ετη και εγεννησεν τον σερουχ

11:21 και εζησεν ραγαυ μετα το γεννησαι αυτον τον σερουχ διακοσια επτα ετη και εγεννησεν υιους και θυγατερας και απεθανεν

11:22 και εζησεν σερουχ εκατον τριακοντα ετη και εγεννησεν τον ναχωρ

11:23 και εζησεν σερουχ μετα το γεννησαι αυτον τον ναχωρ ετη διακοσια και εγεννησεν υιους και θυγατερας και απεθανεν

11:24 και εζησεν ναχωρ ετη εβδομηκοντα εννεα και εγεννησεν τον θαρα

11:25 και εζησεν ναχωρ μετα το γεννησαι αυτον τον θαρα ετη εκατον εικοσι εννεα και εγεννησεν υιους και θυγατερας και απεθανεν

11:26 και εζησεν θαρα εβδομηκοντα ετη και εγεννησεν τον αβραμ και τον ναχωρ και τον αρραν

11:27 αυται δε αι γενεσεις θαρα θαρα εγεννησεν τον αβραμ και τον ναχωρ και τον αρραν και αρραν εγεννησεν τον λωτ

11:28 και απεθανεν αρραν ενωπιον θαρα του πατρος αυτου εν τη γη η εγενηθη εν τη χωρα των χαλδαιων

11:29 και ελαβον αβραμ και ναχωρ εαυτοις γυναικας ονομα τη γυναικι αβραμ σαρα και ονομα τη γυναικι ναχωρ μελχα θυγατηρ αρραν πατηρ μελχα και πατηρ ιεσχα

11:30 και ην σαρα στειρα και ουκ ετεκνοποιει

11:31 και ελαβεν θαρα τον αβραμ υιον αυτου και τον λωτ υιον αρραν υιον του υιου αυτου και την σαραν την νυμφην αυτου γυναικα αβραμ του υιου αυτου και εξηγαγεν αυτους εκ της χωρας των χαλδαιων πορευθηναι εις την γην χανααν και ηλθεν εως χαρραν και κατωκησεν εκει

11:32 και εγενοντο αι ημεραι θαρα εν χαρραν διακοσια πεντε ετη και απεθανεν θαρα εν χαρραν

 

Created with FREE HTMLCompiler by BibleDatabase