HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Genesis 14

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50]

14:1 εγενετο δε εν τη βασιλεια τη αμαρφαλ βασιλεως σεννααρ αριωχ βασιλευς ελλασαρ και χοδολλογομορ βασιλευς αιλαμ και θαργαλ βασιλευς εθνων

14:2 εποιησαν πολεμον μετα βαλλα βασιλεως σοδομων και μετα βαρσα βασιλεως γομορρας και σεννααρ βασιλεως αδαμα και συμοβορ βασιλεως σεβωιμ και βασιλεως βαλακ αυτη εστιν σηγωρ

14:3 παντες ουτοι συνεφωνησαν επι την φαραγγα την αλυκην αυτη η θαλασσα των αλων

14:4 δωδεκα ετη εδουλευον τω χοδολλογομορ τω δε τρισκαιδεκατω ετει απεστησαν

14:5 εν δε τω τεσσαρεσκαιδεκατω ετει ηλθεν χοδολλογομορ και οι βασιλεις οι μετ' αυτου και κατεκοψαν τους γιγαντας τους εν ασταρωθ καρναιν και εθνη ισχυρα αμα αυτοις και τους ομμαιους τους εν σαυη τη πολει

14:6 και τους χορραιους τους εν τοις ορεσιν σηιρ εως της τερεμινθου της φαραν η εστιν εν τη ερημω

14:7 και αναστρεψαντες ηλθοσαν επι την πηγην της κρισεως αυτη εστιν καδης και κατεκοψαν παντας τους αρχοντας αμαληκ και τους αμορραιους τους κατοικουντας εν ασασανθαμαρ

14:8 εξηλθεν δε βασιλευς σοδομων και βασιλευς γομορρας και βασιλευς αδαμα και βασιλευς σεβωιμ και βασιλευς βαλακ αυτη εστιν σηγωρ και παρεταξαντο αυτοις εις πολεμον εν τη κοιλαδι τη αλυκη

14:9 προς χοδολλογομορ βασιλεα αιλαμ και θαργαλ βασιλεα εθνων και αμαρφαλ βασιλεα σεννααρ και αριωχ βασιλεα ελλασαρ οι τεσσαρες βασιλεις προς τους πεντε

14:10 η δε κοιλας η αλυκη φρεατα φρεατα ασφαλτου εφυγεν δε βασιλευς σοδομων και βασιλευς γομορρας και ενεπεσαν εκει οι δε καταλειφθεντες εις την ορεινην εφυγον

14:11 ελαβον δε την ιππον πασαν την σοδομων και γομορρας και παντα τα βρωματα αυτων και απηλθον

14:12 ελαβον δε και τον λωτ υιον του αδελφου αβραμ και την αποσκευην αυτου και απωχοντο ην γαρ κατοικων εν σοδομοις

14:13 παραγενομενος δε των ανασωθεντων τις απηγγειλεν αβραμ τω περατη αυτος δε κατωκει προς τη δρυι τη μαμβρη ο αμορις του αδελφου εσχωλ και αδελφου αυναν οι ησαν συνωμοται του αβραμ

14:14 ακουσας δε αβραμ οτι ηχμαλωτευται λωτ ο αδελφος αυτου ηριθμησεν τους ιδιους οικογενεις αυτου τριακοσιους δεκα και οκτω και κατεδιωξεν οπισω αυτων εως δαν

14:15 και επεπεσεν επ' αυτους την νυκτα αυτος και οι παιδες αυτου και επαταξεν αυτους και εδιωξεν αυτους εως χωβα η εστιν εν αριστερα δαμασκου

14:16 και απεστρεψεν πασαν την ιππον σοδομων και λωτ τον αδελφον αυτου απεστρεψεν και τα υπαρχοντα αυτου και τας γυναικας και τον λαον

14:17 εξηλθεν δε βασιλευς σοδομων εις συναντησιν αυτω μετα το αναστρεψαι αυτον απο της κοπης του χοδολλογομορ και των βασιλεων των μετ' αυτου εις την κοιλαδα την σαυη τουτο ην το πεδιον βασιλεως

14:18 και μελχισεδεκ βασιλευς σαλημ εξηνεγκεν αρτους και οινον ην δε ιερευς του θεου του υψιστου

14:19 και ηυλογησεν τον αβραμ και ειπεν ευλογημενος αβραμ τω θεω τω υψιστω ος εκτισεν τον ουρανον και την γην

14:20 και ευλογητος ο θεος ο υψιστος ος παρεδωκεν τους εχθρους σου υποχειριους σοι και εδωκεν αυτω δεκατην απο παντων

14:21 ειπεν δε βασιλευς σοδομων προς αβραμ δος μοι τους ανδρας την δε ιππον λαβε σεαυτω

14:22 ειπεν δε αβραμ προς βασιλεα σοδομων εκτενω την χειρα μου προς τον θεον τον υψιστον ος εκτισεν τον ουρανον και την γην

14:23 ει απο σπαρτιου εως σφαιρωτηρος υποδηματος λημψομαι απο παντων των σων ινα μη ειπης οτι εγω επλουτισα τον αβραμ

14:24 πλην ων εφαγον οι νεανισκοι και της μεριδος των ανδρων των συμπορευθεντων μετ' εμου εσχωλ αυναν μαμβρη ουτοι λημψονται μεριδα

 

Created with FREE HTMLCompiler by BibleDatabase