HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Genesis 15

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50]

15:1 μετα δε τα ρηματα ταυτα εγενηθη ρημα κυριου προς αβραμ εν οραματι λεγων μη φοβου αβραμ εγω υπερασπιζω σου ο μισθος σου πολυς εσται σφοδρα

15:2 λεγει δε αβραμ δεσποτα τι μοι δωσεις εγω δε απολυομαι ατεκνος ο δε υιος μασεκ της οικογενους μου ουτος δαμασκος ελιεζερ

15:3 και ειπεν αβραμ επειδη εμοι ουκ εδωκας σπερμα ο δε οικογενης μου κληρονομησει με

15:4 και ευθυς φωνη κυριου εγενετο προς αυτον λεγων ου κληρονομησει σε ουτος αλλ' ος εξελευσεται εκ σου ουτος κληρονομησει σε

15:5 εξηγαγεν δε αυτον εξω και ειπεν αυτω αναβλεψον δη εις τον ουρανον και αριθμησον τους αστερας ει δυνηση εξαριθμησαι αυτους και ειπεν ουτως εσται το σπερμα σου

15:6 και επιστευσεν αβραμ τω θεω και ελογισθη αυτω εις δικαιοσυνην

15:7 ειπεν δε προς αυτον εγω ο θεος ο εξαγαγων σε εκ χωρας χαλδαιων ωστε δουναι σοι την γην ταυτην κληρονομησαι

15:8 ειπεν δε δεσποτα κυριε κατα τι γνωσομαι οτι κληρονομησω αυτην

15:9 ειπεν δε αυτω λαβε μοι δαμαλιν τριετιζουσαν και αιγα τριετιζουσαν και κριον τριετιζοντα και τρυγονα και περιστεραν

15:10 ελαβεν δε αυτω παντα ταυτα και διειλεν αυτα μεσα και εθηκεν αυτα αντιπροσωπα αλληλοις τα δε ορνεα ου διειλεν

15:11 κατεβη δε ορνεα επι τα σωματα τα διχοτομηματα αυτων και συνεκαθισεν αυτοις αβραμ

15:12 περι δε ηλιου δυσμας εκστασις επεπεσεν τω αβραμ και ιδου φοβος σκοτεινος μεγας επιπιπτει αυτω

15:13 και ερρεθη προς αβραμ γινωσκων γνωση οτι παροικον εσται το σπερμα σου εν γη ουκ ιδια και δουλωσουσιν αυτους και κακωσουσιν αυτους και ταπεινωσουσιν αυτους τετρακοσια ετη

15:14 το δε εθνος ω εαν δουλευσωσιν κρινω εγω μετα δε ταυτα εξελευσονται ωδε μετα αποσκευης πολλης

15:15 συ δε απελευση προς τους πατερας σου μετ' ειρηνης ταφεις εν γηρει καλω

15:16 τεταρτη δε γενεα αποστραφησονται ωδε ουπω γαρ αναπεπληρωνται αι αμαρτιαι των αμορραιων εως του νυν

15:17 επει δε εγινετο ο ηλιος προς δυσμαις φλοξ εγενετο και ιδου κλιβανος καπνιζομενος και λαμπαδες πυρος αι διηλθον ανα μεσον των διχοτομηματων τουτων

15:18 εν τη ημερα εκεινη διεθετο κυριος τω αβραμ διαθηκην λεγων τω σπερματι σου δωσω την γην ταυτην απο του ποταμου αιγυπτου εως του ποταμου του μεγαλου ποταμου ευφρατου

15:19 τους καιναιους και τους κενεζαιους και τους κεδμωναιους

15:20 και τους χετταιους και τους φερεζαιους και τους ραφαιν

15:21 και τους αμορραιους και τους χαναναιους και τους ευαιους και τους γεργεσαιους και τους ιεβουσαιους

 

Created with FREE HTMLCompiler by BibleDatabase