HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Genesis 16

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50]

16:1 σαρα δε η γυνη αβραμ ουκ ετικτεν αυτω ην δε αυτη παιδισκη αιγυπτια η ονομα αγαρ

16:2 ειπεν δε σαρα προς αβραμ ιδου συνεκλεισεν με κυριος του μη τικτειν εισελθε ουν προς την παιδισκην μου ινα τεκνοποιησης εξ αυτης υπηκουσεν δε αβραμ της φωνης σαρας

16:3 και λαβουσα σαρα η γυνη αβραμ αγαρ την αιγυπτιαν την εαυτης παιδισκην μετα δεκα ετη του οικησαι αβραμ εν γη χανααν και εδωκεν αυτην αβραμ τω ανδρι αυτης αυτω γυναικα

16:4 και εισηλθεν προς αγαρ και συνελαβεν και ειδεν οτι εν γαστρι εχει και ητιμασθη η κυρια εναντιον αυτης

16:5 ειπεν δε σαρα προς αβραμ αδικουμαι εκ σου εγω δεδωκα την παιδισκην μου εις τον κολπον σου ιδουσα δε οτι εν γαστρι εχει ητιμασθην εναντιον αυτης κριναι ο θεος ανα μεσον εμου και σου

16:6 ειπεν δε αβραμ προς σαραν ιδου η παιδισκη σου εν ταις χερσιν σου χρω αυτη ως αν σοι αρεστον η και εκακωσεν αυτην σαρα και απεδρα απο προσωπου αυτης

16:7 ευρεν δε αυτην αγγελος κυριου επι της πηγης του υδατος εν τη ερημω επι της πηγης εν τη οδω σουρ

16:8 και ειπεν αυτη ο αγγελος κυριου αγαρ παιδισκη σαρας ποθεν ερχη και που πορευη και ειπεν απο προσωπου σαρας της κυριας μου εγω αποδιδρασκω

16:9 ειπεν δε αυτη ο αγγελος κυριου αποστραφητι προς την κυριαν σου και ταπεινωθητι υπο τας χειρας αυτης

16:10 και ειπεν αυτη ο αγγελος κυριου πληθυνων πληθυνω το σπερμα σου και ουκ αριθμηθησεται απο του πληθους

16:11 και ειπεν αυτη ο αγγελος κυριου ιδου συ εν γαστρι εχεις και τεξη υιον και καλεσεις το ονομα αυτου ισμαηλ οτι επηκουσεν κυριος τη ταπεινωσει σου

16:12 ουτος εσται αγροικος ανθρωπος αι χειρες αυτου επι παντας και αι χειρες παντων επ' αυτον και κατα προσωπον παντων των αδελφων αυτου κατοικησει

16:13 και εκαλεσεν αγαρ το ονομα κυριου του λαλουντος προς αυτην συ ο θεος ο επιδων με οτι ειπεν και γαρ ενωπιον ειδον οφθεντα μοι

16:14 ενεκεν τουτου εκαλεσεν το φρεαρ φρεαρ ου ενωπιον ειδον ιδου ανα μεσον καδης και ανα μεσον βαραδ

16:15 και ετεκεν αγαρ τω αβραμ υιον και εκαλεσεν αβραμ το ονομα του υιου αυτου ον ετεκεν αυτω αγαρ ισμαηλ

16:16 αβραμ δε ην ογδοηκοντα εξ ετων ηνικα ετεκεν αγαρ τον ισμαηλ τω αβραμ

 

Created with FREE HTMLCompiler by BibleDatabase