HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Genesis 25

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50]

25:1 προσθεμενος δε αβρααμ ελαβεν γυναικα η ονομα χεττουρα

25:2 ετεκεν δε αυτω τον ζεμραν και τον ιεξαν και τον μαδαν και τον μαδιαμ και τον ιεσβοκ και τον σωυε

25:3 ιεξαν δε εγεννησεν τον σαβα και τον θαιμαν και τον δαιδαν υιοι δε δαιδαν εγενοντο ραγουηλ και ναβδεηλ και ασσουριιμ και λατουσιιμ και λοωμιμ

25:4 υιοι δε μαδιαμ γαιφα και αφερ και ενωχ και αβιρα και ελραγα παντες ουτοι ησαν υιοι χεττουρας

25:5 εδωκεν δε αβρααμ παντα τα υπαρχοντα αυτου ισαακ τω υιω αυτου

25:6 και τοις υιοις των παλλακων αυτου εδωκεν αβρααμ δοματα και εξαπεστειλεν αυτους απο ισαακ του υιου αυτου ετι ζωντος αυτου προς ανατολας εις γην ανατολων

25:7 ταυτα δε τα ετη ημερων ζωης αβρααμ οσα εζησεν εκατον εβδομηκοντα πεντε ετη

25:8 και εκλιπων απεθανεν αβρααμ εν γηρει καλω πρεσβυτης και πληρης ημερων και προσετεθη προς τον λαον αυτου

25:9 και εθαψαν αυτον ισαακ και ισμαηλ οι υιοι αυτου εις το σπηλαιον το διπλουν εις τον αγρον εφρων του σααρ του χετταιου ο εστιν απεναντι μαμβρη

25:10 τον αγρον και το σπηλαιον ο εκτησατο αβρααμ παρα των υιων χετ εκει εθαψαν αβρααμ και σαρραν την γυναικα αυτου

25:11 εγενετο δε μετα το αποθανειν αβρααμ ευλογησεν ο θεος ισαακ τον υιον αυτου και κατωκησεν ισαακ παρα το φρεαρ της ορασεως

25:12 αυται δε αι γενεσεις ισμαηλ του υιου αβρααμ ον ετεκεν αγαρ η παιδισκη σαρρας τω αβρααμ

25:13 και ταυτα τα ονοματα των υιων ισμαηλ κατ' ονομα των γενεων αυτου πρωτοτοκος ισμαηλ ναβαιωθ και κηδαρ και ναβδεηλ και μασσαμ

25:14 και μασμα και ιδουμα και μασση

25:15 και χοδδαδ και θαιμαν και ιετουρ και ναφες και κεδμα

25:16 ουτοι εισιν οι υιοι ισμαηλ και ταυτα τα ονοματα αυτων εν ταις σκηναις αυτων και εν ταις επαυλεσιν αυτων δωδεκα αρχοντες κατα εθνη αυτων

25:17 και ταυτα τα ετη της ζωης ισμαηλ εκατον τριακοντα επτα ετη και εκλιπων απεθανεν και προσετεθη προς το γενος αυτου

25:18 κατωκησεν δε απο ευιλατ εως σουρ η εστιν κατα προσωπον αιγυπτου εως ελθειν προς ασσυριους κατα προσωπον παντων των αδελφων αυτου κατωκησεν

25:19 και αυται αι γενεσεις ισαακ του υιου αβρααμ αβρααμ εγεννησεν τον ισαακ

25:20 ην δε ισαακ ετων τεσσαρακοντα οτε ελαβεν την ρεβεκκαν θυγατερα βαθουηλ του συρου εκ της μεσοποταμιας αδελφην λαβαν του συρου εαυτω γυναικα

25:21 εδειτο δε ισαακ κυριου περι ρεβεκκας της γυναικος αυτου οτι στειρα ην επηκουσεν δε αυτου ο θεος και ελαβεν εν γαστρι ρεβεκκα η γυνη αυτου

25:22 εσκιρτων δε τα παιδια εν αυτη ειπεν δε ει ουτως μοι μελλει γινεσθαι ινα τι μοι τουτο επορευθη δε πυθεσθαι παρα κυριου

25:23 και ειπεν κυριος αυτη δυο εθνη εν τη γαστρι σου εισιν και δυο λαοι εκ της κοιλιας σου διασταλησονται και λαος λαου υπερεξει και ο μειζων δουλευσει τω ελασσονι

25:24 και επληρωθησαν αι ημεραι του τεκειν αυτην και τηδε ην διδυμα εν τη κοιλια αυτης

25:25 εξηλθεν δε ο υιος ο πρωτοτοκος πυρρακης ολος ωσει δορα δασυς επωνομασεν δε το ονομα αυτου ησαυ

25:26 και μετα τουτο εξηλθεν ο αδελφος αυτου και η χειρ αυτου επειλημμενη της πτερνης ησαυ και εκαλεσεν το ονομα αυτου ιακωβ ισαακ δε ην ετων εξηκοντα οτε ετεκεν αυτους ρεβεκκα

25:27 ηυξηθησαν δε οι νεανισκοι και ην ησαυ ανθρωπος ειδως κυνηγειν αγροικος ιακωβ δε ην ανθρωπος απλαστος οικων οικιαν

25:28 ηγαπησεν δε ισαακ τον ησαυ οτι η θηρα αυτου βρωσις αυτω ρεβεκκα δε ηγαπα τον ιακωβ

25:29 ηψησεν δε ιακωβ εψεμα ηλθεν δε ησαυ εκ του πεδιου εκλειπων

25:30 και ειπεν ησαυ τω ιακωβ γευσον με απο του εψεματος του πυρρου τουτου οτι εκλειπω δια τουτο εκληθη το ονομα αυτου εδωμ

25:31 ειπεν δε ιακωβ τω ησαυ αποδου μοι σημερον τα πρωτοτοκια σου εμοι

25:32 ειπεν δε ησαυ ιδου εγω πορευομαι τελευταν και ινα τι μοι ταυτα τα πρωτοτοκια

25:33 και ειπεν αυτω ιακωβ ομοσον μοι σημερον και ωμοσεν αυτω απεδοτο δε ησαυ τα πρωτοτοκια τω ιακωβ

25:34 ιακωβ δε εδωκεν τω ησαυ αρτον και εψεμα φακου και εφαγεν και επιεν και αναστας ωχετο και εφαυλισεν ησαυ τα πρωτοτοκια

 

Created with FREE HTMLCompiler by BibleDatabase