HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Genesis 26

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50]

26:1 εγενετο δε λιμος επι της γης χωρις του λιμου του προτερον ος εγενετο εν τω χρονω τω αβρααμ επορευθη δε ισαακ προς αβιμελεχ βασιλεα φυλιστιιμ εις γεραρα

26:2 ωφθη δε αυτω κυριος και ειπεν μη καταβης εις αιγυπτον κατοικησον δε εν τη γη η αν σοι ειπω

26:3 και παροικει εν τη γη ταυτη και εσομαι μετα σου και ευλογησω σε σοι γαρ και τω σπερματι σου δωσω πασαν την γην ταυτην και στησω τον ορκον μου ον ωμοσα αβρααμ τω πατρι σου

26:4 και πληθυνω το σπερμα σου ως τους αστερας του ουρανου και δωσω τω σπερματι σου πασαν την γην ταυτην και ενευλογηθησονται εν τω σπερματι σου παντα τα εθνη της γης

26:5 ανθ' ων υπηκουσεν αβρααμ ο πατηρ σου της εμης φωνης και εφυλαξεν τα προσταγματα μου και τας εντολας μου και τα δικαιωματα μου και τα νομιμα μου

26:6 και κατωκησεν ισαακ εν γεραροις

26:7 επηρωτησαν δε οι ανδρες του τοπου περι ρεβεκκας της γυναικος αυτου και ειπεν αδελφη μου εστιν εφοβηθη γαρ ειπειν οτι γυνη μου εστιν μηποτε αποκτεινωσιν αυτον οι ανδρες του τοπου περι ρεβεκκας οτι ωραια τη οψει ην

26:8 εγενετο δε πολυχρονιος εκει παρακυψας δε αβιμελεχ ο βασιλευς γεραρων δια της θυριδος ειδεν τον ισαακ παιζοντα μετα ρεβεκκας της γυναικος αυτου

26:9 εκαλεσεν δε αβιμελεχ τον ισαακ και ειπεν αυτω αρα γε γυνη σου εστιν τι οτι ειπας αδελφη μου εστιν ειπεν δε αυτω ισαακ ειπα γαρ μηποτε αποθανω δι' αυτην

26:10 ειπεν δε αυτω αβιμελεχ τι τουτο εποιησας ημιν μικρου εκοιμηθη τις του γενους μου μετα της γυναικος σου και επηγαγες εφ' ημας αγνοιαν

26:11 συνεταξεν δε αβιμελεχ παντι τω λαω αυτου λεγων πας ο απτομενος του ανθρωπου τουτου η της γυναικος αυτου θανατου ενοχος εσται

26:12 εσπειρεν δε ισαακ εν τη γη εκεινη και ευρεν εν τω ενιαυτω εκεινω εκατοστευουσαν κριθην ευλογησεν δε αυτον κυριος

26:13 και υψωθη ο ανθρωπος και προβαινων μειζων εγινετο εως ου μεγας εγενετο σφοδρα

26:14 εγενετο δε αυτω κτηνη προβατων και κτηνη βοων και γεωργια πολλα εζηλωσαν δε αυτον οι φυλιστιιμ

26:15 και παντα τα φρεατα α ωρυξαν οι παιδες του πατρος αυτου εν τω χρονω του πατρος αυτου ενεφραξαν αυτα οι φυλιστιιμ και επλησαν αυτα γης

26:16 ειπεν δε αβιμελεχ προς ισαακ απελθε αφ' ημων οτι δυνατωτερος ημων εγενου σφοδρα

26:17 και απηλθεν εκειθεν ισαακ και κατελυσεν εν τη φαραγγι γεραρων και κατωκησεν εκει

26:18 και παλιν ισαακ ωρυξεν τα φρεατα του υδατος α ωρυξαν οι παιδες αβρααμ του πατρος αυτου και ενεφραξαν αυτα οι φυλιστιιμ μετα το αποθανειν αβρααμ τον πατερα αυτου και επωνομασεν αυτοις ονοματα κατα τα ονοματα α επωνομασεν αβρααμ ο πατηρ αυτου

26:19 και ωρυξαν οι παιδες ισαακ εν τη φαραγγι γεραρων και ευρον εκει φρεαρ υδατος ζωντος

26:20 και εμαχεσαντο οι ποιμενες γεραρων μετα των ποιμενων ισαακ φασκοντες αυτων ειναι το υδωρ και εκαλεσεν το ονομα του φρεατος αδικια ηδικησαν γαρ αυτον

26:21 απαρας δε ισαακ εκειθεν ωρυξεν φρεαρ ετερον εκρινοντο δε και περι εκεινου και επωνομασεν το ονομα αυτου εχθρια

26:22 απαρας δε εκειθεν ωρυξεν φρεαρ ετερον και ουκ εμαχεσαντο περι αυτου και επωνομασεν το ονομα αυτου ευρυχωρια λεγων διοτι νυν επλατυνεν κυριος ημιν και ηυξησεν ημας επι της γης

26:23 ανεβη δε εκειθεν επι το φρεαρ του ορκου

26:24 και ωφθη αυτω κυριος εν τη νυκτι εκεινη και ειπεν εγω ειμι ο θεος αβρααμ του πατρος σου μη φοβου μετα σου γαρ ειμι και ηυλογηκα σε και πληθυνω το σπερμα σου δια αβρααμ τον πατερα σου

26:25 και ωκοδομησεν εκει θυσιαστηριον και επεκαλεσατο το ονομα κυριου και επηξεν εκει την σκηνην αυτου ωρυξαν δε εκει οι παιδες ισαακ φρεαρ

26:26 και αβιμελεχ επορευθη προς αυτον απο γεραρων και οχοζαθ ο νυμφαγωγος αυτου και φικολ ο αρχιστρατηγος της δυναμεως αυτου

26:27 και ειπεν αυτοις ισαακ ινα τι ηλθατε προς με υμεις δε εμισησατε με και απεστειλατε με αφ' υμων

26:28 και ειπαν ιδοντες εωρακαμεν οτι ην κυριος μετα σου και ειπαμεν γενεσθω αρα ανα μεσον ημων και ανα μεσον σου και διαθησομεθα μετα σου διαθηκην

26:29 μη ποιησειν μεθ' ημων κακον καθοτι ημεις σε ουκ εβδελυξαμεθα και ον τροπον εχρησαμεθα σοι καλως και εξαπεστειλαμεν σε μετ' ειρηνης και νυν συ ευλογητος υπο κυριου

26:30 και εποιησεν αυτοις δοχην και εφαγον και επιον

26:31 και ανασταντες το πρωι ωμοσαν ανθρωπος τω πλησιον αυτου και εξαπεστειλεν αυτους ισαακ και απωχοντο απ' αυτου μετα σωτηριας

26:32 εγενετο δε εν τη ημερα εκεινη και παραγενομενοι οι παιδες ισαακ απηγγειλαν αυτω περι του φρεατος ου ωρυξαν και ειπαν ουχ ευρομεν υδωρ

26:33 και εκαλεσεν αυτο ορκος δια τουτο ονομα τη πολει φρεαρ ορκου εως της σημερον ημερας

26:34 ην δε ησαυ ετων τεσσαρακοντα και ελαβεν γυναικα ιουδιν την θυγατερα βεηρ του χετταιου και την βασεμμαθ θυγατερα αιλων του ευαιου

26:35 και ησαν εριζουσαι τω ισαακ και τη ρεβεκκα

 

Created with FREE HTMLCompiler by BibleDatabase