HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Genesis 28

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50]

28:1 προσκαλεσαμενος δε ισαακ τον ιακωβ ευλογησεν αυτον και ενετειλατο αυτω λεγων ου λημψη γυναικα εκ των θυγατερων χανααν

28:2 αναστας αποδραθι εις την μεσοποταμιαν εις τον οικον βαθουηλ του πατρος της μητρος σου και λαβε σεαυτω εκειθεν γυναικα εκ των θυγατερων λαβαν του αδελφου της μητρος σου

28:3 ο δε θεος μου ευλογησαι σε και αυξησαι σε και πληθυναι σε και εση εις συναγωγας εθνων

28:4 και δωη σοι την ευλογιαν αβρααμ του πατρος μου σοι και τω σπερματι σου μετα σε κληρονομησαι την γην της παροικησεως σου ην εδωκεν ο θεος τω αβρααμ

28:5 και απεστειλεν ισαακ τον ιακωβ και επορευθη εις την μεσοποταμιαν προς λαβαν τον υιον βαθουηλ του συρου αδελφον δε ρεβεκκας της μητρος ιακωβ και ησαυ

28:6 ειδεν δε ησαυ οτι ευλογησεν ισαακ τον ιακωβ και απωχετο εις την μεσοποταμιαν συριας λαβειν εαυτω εκειθεν γυναικα εν τω ευλογειν αυτον και ενετειλατο αυτω λεγων ου λημψη γυναικα απο των θυγατερων χανααν

28:7 και ηκουσεν ιακωβ του πατρος και της μητρος αυτου και επορευθη εις την μεσοποταμιαν συριας

28:8 και ειδεν ησαυ οτι πονηραι εισιν αι θυγατερες χανααν εναντιον ισαακ του πατρος αυτου

28:9 και επορευθη ησαυ προς ισμαηλ και ελαβεν την μαελεθ θυγατερα ισμαηλ του υιου αβρααμ αδελφην ναβαιωθ προς ταις γυναιξιν αυτου γυναικα

28:10 και εξηλθεν ιακωβ απο του φρεατος του ορκου και επορευθη εις χαρραν

28:11 και απηντησεν τοπω και εκοιμηθη εκει εδυ γαρ ο ηλιος και ελαβεν απο των λιθων του τοπου και εθηκεν προς κεφαλης αυτου και εκοιμηθη εν τω τοπω εκεινω

28:12 και ενυπνιασθη και ιδου κλιμαξ εστηριγμενη εν τη γη ης η κεφαλη αφικνειτο εις τον ουρανον και οι αγγελοι του θεου ανεβαινον και κατεβαινον επ' αυτης

28:13 ο δε κυριος επεστηρικτο επ' αυτης και ειπεν εγω κυριος ο θεος αβρααμ του πατρος σου και ο θεος ισαακ μη φοβου η γη εφ' ης συ καθευδεις επ' αυτης σοι δωσω αυτην και τω σπερματι σου

28:14 και εσται το σπερμα σου ως η αμμος της γης και πλατυνθησεται επι θαλασσαν και επι λιβα και επι βορραν και επ' ανατολας και ενευλογηθησονται εν σοι πασαι αι φυλαι της γης και εν τω σπερματι σου

28:15 και ιδου εγω μετα σου διαφυλασσων σε εν τη οδω παση ου εαν πορευθης και αποστρεψω σε εις την γην ταυτην οτι ου μη σε εγκαταλιπω εως του ποιησαι με παντα οσα ελαλησα σοι

28:16 και εξηγερθη ιακωβ απο του υπνου αυτου και ειπεν οτι εστιν κυριος εν τω τοπω τουτω εγω δε ουκ ηδειν

28:17 και εφοβηθη και ειπεν ως φοβερος ο τοπος ουτος ουκ εστιν τουτο αλλ' η οικος θεου και αυτη η πυλη του ουρανου

28:18 και ανεστη ιακωβ το πρωι και ελαβεν τον λιθον ον υπεθηκεν εκει προς κεφαλης αυτου και εστησεν αυτον στηλην και επεχεεν ελαιον επι το ακρον αυτης

28:19 και εκαλεσεν ιακωβ το ονομα του τοπου εκεινου οικος θεου και ουλαμλους ην ονομα τη πολει το προτερον

28:20 και ηυξατο ιακωβ ευχην λεγων εαν η κυριος ο θεος μετ' εμου και διαφυλαξη με εν τη οδω ταυτη η εγω πορευομαι και δω μοι αρτον φαγειν και ιματιον περιβαλεσθαι

28:21 και αποστρεψη με μετα σωτηριας εις τον οικον του πατρος μου και εσται μοι κυριος εις θεον

28:22 και ο λιθος ουτος ον εστησα στηλην εσται μοι οικος θεου και παντων ων εαν μοι δως δεκατην αποδεκατωσω αυτα σοι .

 

Created with FREE HTMLCompiler by BibleDatabase