HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Genesis 29

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50]

29:1 και εξαρας ιακωβ τους ποδας επορευθη εις γην ανατολων προς λαβαν τον υιον βαθουηλ του συρου αδελφον δε ρεβεκκας μητρος ιακωβ και ησαυ

29:2 και ορα και ιδου φρεαρ εν τω πεδιω ησαν δε εκει τρια ποιμνια προβατων αναπαυομενα επ' αυτου εκ γαρ του φρεατος εκεινου εποτιζον τα ποιμνια λιθος δε ην μεγας επι τω στοματι του φρεατος

29:3 και συνηγοντο εκει παντα τα ποιμνια και απεκυλιον τον λιθον απο του στοματος του φρεατος και εποτιζον τα προβατα και απεκαθιστων τον λιθον επι το στομα του φρεατος εις τον τοπον αυτου

29:4 ειπεν δε αυτοις ιακωβ αδελφοι ποθεν εστε υμεις οι δε ειπαν εκ χαρραν εσμεν

29:5 ειπεν δε αυτοις γινωσκετε λαβαν τον υιον ναχωρ οι δε ειπαν γινωσκομεν

29:6 ειπεν δε αυτοις υγιαινει οι δε ειπαν υγιαινει και ιδου ραχηλ η θυγατηρ αυτου ηρχετο μετα των προβατων

29:7 και ειπεν ιακωβ ετι εστιν ημερα πολλη ουπω ωρα συναχθηναι τα κτηνη ποτισαντες τα προβατα απελθοντες βοσκετε

29:8 οι δε ειπαν ου δυνησομεθα εως του συναχθηναι παντας τους ποιμενας και αποκυλισωσιν τον λιθον απο του στοματος του φρεατος και ποτιουμεν τα προβατα

29:9 ετι αυτου λαλουντος αυτοις και ραχηλ η θυγατηρ λαβαν ηρχετο μετα των προβατων του πατρος αυτης αυτη γαρ εβοσκεν τα προβατα του πατρος αυτης

29:10 εγενετο δε ως ειδεν ιακωβ την ραχηλ θυγατερα λαβαν αδελφου της μητρος αυτου και τα προβατα λαβαν αδελφου της μητρος αυτου και προσελθων ιακωβ απεκυλισεν τον λιθον απο του στοματος του φρεατος και εποτισεν τα προβατα λαβαν του αδελφου της μητρος αυτου

29:11 και εφιλησεν ιακωβ την ραχηλ και βοησας τη φωνη αυτου εκλαυσεν

29:12 και ανηγγειλεν τη ραχηλ οτι αδελφος του πατρος αυτης εστιν και οτι υιος ρεβεκκας εστιν και δραμουσα απηγγειλεν τω πατρι αυτης κατα τα ρηματα ταυτα

29:13 εγενετο δε ως ηκουσεν λαβαν το ονομα ιακωβ του υιου της αδελφης αυτου εδραμεν εις συναντησιν αυτω και περιλαβων αυτον εφιλησεν και εισηγαγεν αυτον εις τον οικον αυτου και διηγησατο τω λαβαν παντας τους λογους τουτους

29:14 και ειπεν αυτω λαβαν εκ των οστων μου και εκ της σαρκος μου ει συ και ην μετ' αυτου μηνα ημερων

29:15 ειπεν δε λαβαν τω ιακωβ οτι γαρ αδελφος μου ει ου δουλευσεις μοι δωρεαν απαγγειλον μοι τις ο μισθος σου εστιν

29:16 τω δε λαβαν δυο θυγατερες ονομα τη μειζονι λεια και ονομα τη νεωτερα ραχηλ

29:17 οι δε οφθαλμοι λειας ασθενεις ραχηλ δε καλη τω ειδει και ωραια τη οψει

29:18 ηγαπησεν δε ιακωβ την ραχηλ και ειπεν δουλευσω σοι επτα ετη περι ραχηλ της θυγατρος σου της νεωτερας

29:19 ειπεν δε αυτω λαβαν βελτιον δουναι με αυτην σοι η δουναι με αυτην ανδρι ετερω οικησον μετ' εμου

29:20 και εδουλευσεν ιακωβ περι ραχηλ ετη επτα και ησαν εναντιον αυτου ως ημεραι ολιγαι παρα το αγαπαν αυτον αυτην

29:21 ειπεν δε ιακωβ προς λαβαν αποδος την γυναικα μου πεπληρωνται γαρ αι ημεραι μου οπως εισελθω προς αυτην

29:22 συνηγαγεν δε λαβαν παντας τους ανδρας του τοπου και εποιησεν γαμον

29:23 και εγενετο εσπερα και λαβων λαβαν λειαν την θυγατερα αυτου εισηγαγεν αυτην προς ιακωβ και εισηλθεν προς αυτην ιακωβ

29:24 εδωκεν δε λαβαν λεια τη θυγατρι αυτου ζελφαν την παιδισκην αυτου αυτη παιδισκην

29:25 εγενετο δε πρωι και ιδου ην λεια ειπεν δε ιακωβ τω λαβαν τι τουτο εποιησας μοι ου περι ραχηλ εδουλευσα παρα σοι και ινα τι παρελογισω με

29:26 ειπεν δε λαβαν ουκ εστιν ουτως εν τω τοπω ημων δουναι την νεωτεραν πριν η την πρεσβυτεραν

29:27 συντελεσον ουν τα εβδομα ταυτης και δωσω σοι και ταυτην αντι της εργασιας ης εργα παρ' εμοι ετι επτα ετη ετερα

29:28 εποιησεν δε ιακωβ ουτως και ανεπληρωσεν τα εβδομα ταυτης και εδωκεν αυτω λαβαν ραχηλ την θυγατερα αυτου αυτω γυναικα

29:29 εδωκεν δε λαβαν ραχηλ τη θυγατρι αυτου βαλλαν την παιδισκην αυτου αυτη παιδισκην

29:30 και εισηλθεν προς ραχηλ ηγαπησεν δε ραχηλ μαλλον η λειαν και εδουλευσεν αυτω επτα ετη ετερα

29:31 ιδων δε κυριος οτι μισειται λεια ηνοιξεν την μητραν αυτης ραχηλ δε ην στειρα

29:32 και συνελαβεν λεια και ετεκεν υιον τω ιακωβ εκαλεσεν δε το ονομα αυτου ρουβην λεγουσα διοτι ειδεν μου κυριος την ταπεινωσιν νυν με αγαπησει ο ανηρ μου

29:33 και συνελαβεν παλιν λεια και ετεκεν υιον δευτερον τω ιακωβ και ειπεν οτι ηκουσεν κυριος οτι μισουμαι και προσεδωκεν μοι και τουτον εκαλεσεν δε το ονομα αυτου συμεων

29:34 και συνελαβεν ετι και ετεκεν υιον και ειπεν εν τω νυν καιρω προς εμου εσται ο ανηρ μου ετεκον γαρ αυτω τρεις υιους δια τουτο εκαλεσεν το ονομα αυτου λευι

29:35 και συλλαβουσα ετι ετεκεν υιον και ειπεν νυν ετι τουτο εξομολογησομαι κυριω δια τουτο εκαλεσεν το ονομα αυτου ιουδα και εστη του τικτειν

 

Created with FREE HTMLCompiler by BibleDatabase