HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Genesis 30

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50]

30:1 ιδουσα δε ραχηλ οτι ου τετοκεν τω ιακωβ και εζηλωσεν ραχηλ την αδελφην αυτης και ειπεν τω ιακωβ δος μοι τεκνα ει δε μη τελευτησω εγω

30:2 εθυμωθη δε ιακωβ τη ραχηλ και ειπεν αυτη μη αντι θεου εγω ειμι ος εστερησεν σε καρπον κοιλιας

30:3 ειπεν δε ραχηλ τω ιακωβ ιδου η παιδισκη μου βαλλα εισελθε προς αυτην και τεξεται επι των γονατων μου και τεκνοποιησομαι καγω εξ αυτης

30:4 και εδωκεν αυτω βαλλαν την παιδισκην αυτης αυτω γυναικα εισηλθεν δε προς αυτην ιακωβ

30:5 και συνελαβεν βαλλα η παιδισκη ραχηλ και ετεκεν τω ιακωβ υιον

30:6 και ειπεν ραχηλ εκρινεν μοι ο θεος και επηκουσεν της φωνης μου και εδωκεν μοι υιον δια τουτο εκαλεσεν το ονομα αυτου δαν

30:7 και συνελαβεν ετι βαλλα η παιδισκη ραχηλ και ετεκεν υιον δευτερον τω ιακωβ

30:8 και ειπεν ραχηλ συνελαβετο μοι ο θεος και συνανεστραφην τη αδελφη μου και ηδυνασθην και εκαλεσεν το ονομα αυτου νεφθαλι

30:9 ειδεν δε λεια οτι εστη του τικτειν και ελαβεν ζελφαν την παιδισκην αυτης και εδωκεν αυτην τω ιακωβ γυναικα

30:10 εισηλθεν δε προς αυτην ιακωβ και συνελαβεν ζελφα η παιδισκη λειας και ετεκεν τω ιακωβ υιον

30:11 και ειπεν λεια εν τυχη και επωνομασεν το ονομα αυτου γαδ

30:12 και συνελαβεν ζελφα η παιδισκη λειας και ετεκεν ετι τω ιακωβ υιον δευτερον

30:13 και ειπεν λεια μακαρια εγω οτι μακαριζουσιν με αι γυναικες και εκαλεσεν το ονομα αυτου ασηρ

30:14 επορευθη δε ρουβην εν ημεραις θερισμου πυρων και ευρεν μηλα μανδραγορου εν τω αγρω και ηνεγκεν αυτα προς λειαν την μητερα αυτου ειπεν δε ραχηλ τη λεια δος μοι των μανδραγορων του υιου σου

30:15 ειπεν δε λεια ουχ ικανον σοι οτι ελαβες τον ανδρα μου μη και τους μανδραγορας του υιου μου λημψη ειπεν δε ραχηλ ουχ ουτως κοιμηθητω μετα σου την νυκτα ταυτην αντι των μανδραγορων του υιου σου

30:16 εισηλθεν δε ιακωβ εξ αγρου εσπερας και εξηλθεν λεια εις συναντησιν αυτω και ειπεν προς με εισελευση σημερον μεμισθωμαι γαρ σε αντι των μανδραγορων του υιου μου και εκοιμηθη μετ' αυτης την νυκτα εκεινην

30:17 και επηκουσεν ο θεος λειας και συλλαβουσα ετεκεν τω ιακωβ υιον πεμπτον

30:18 και ειπεν λεια εδωκεν ο θεος τον μισθον μου ανθ' ου εδωκα την παιδισκην μου τω ανδρι μου και εκαλεσεν το ονομα αυτου ισσαχαρ ο εστιν μισθος

30:19 και συνελαβεν ετι λεια και ετεκεν υιον εκτον τω ιακωβ

30:20 και ειπεν λεια δεδωρηται μοι ο θεος δωρον καλον εν τω νυν καιρω αιρετιει με ο ανηρ μου ετεκον γαρ αυτω υιους εξ και εκαλεσεν το ονομα αυτου ζαβουλων

30:21 και μετα τουτο ετεκεν θυγατερα και εκαλεσεν το ονομα αυτης δινα

30:22 εμνησθη δε ο θεος της ραχηλ και επηκουσεν αυτης ο θεος και ανεωξεν αυτης την μητραν

30:23 και συλλαβουσα ετεκεν τω ιακωβ υιον ειπεν δε ραχηλ αφειλεν ο θεος μου το ονειδος

30:24 και εκαλεσεν το ονομα αυτου ιωσηφ λεγουσα προσθετω ο θεος μοι υιον ετερον

30:25 εγενετο δε ως ετεκεν ραχηλ τον ιωσηφ ειπεν ιακωβ τω λαβαν αποστειλον με ινα απελθω εις τον τοπον μου και εις την γην μου

30:26 αποδος τας γυναικας μου και τα παιδια περι ων δεδουλευκα σοι ινα απελθω συ γαρ γινωσκεις την δουλειαν ην δεδουλευκα σοι

30:27 ειπεν δε αυτω λαβαν ει ευρον χαριν εναντιον σου οιωνισαμην αν ευλογησεν γαρ με ο θεος τη ση εισοδω

30:28 διαστειλον τον μισθον σου προς με και δωσω

30:29 ειπεν δε αυτω ιακωβ συ γινωσκεις α δεδουλευκα σοι και οσα ην κτηνη σου μετ' εμου

30:30 μικρα γαρ ην οσα σοι ην εναντιον εμου και ηυξηθη εις πληθος και ηυλογησεν σε κυριος επι τω ποδι μου νυν ουν ποτε ποιησω καγω εμαυτω οικον

30:31 και ειπεν αυτω λαβαν τι σοι δωσω ειπεν δε αυτω ιακωβ ου δωσεις μοι ουθεν εαν ποιησης μοι το ρημα τουτο παλιν ποιμανω τα προβατα σου και φυλαξω

30:32 παρελθατω παντα τα προβατα σου σημερον και διαχωρισον εκειθεν παν προβατον φαιον εν τοις αρνασιν και παν διαλευκον και ραντον εν ταις αιξιν εσται μοι μισθος

30:33 και επακουσεται μοι η δικαιοσυνη μου εν τη ημερα τη αυριον οτι εστιν ο μισθος μου ενωπιον σου παν ο εαν μη η ραντον και διαλευκον εν ταις αιξιν και φαιον εν τοις αρνασιν κεκλεμμενον εσται παρ' εμοι

30:34 ειπεν δε αυτω λαβαν εστω κατα το ρημα σου

30:35 και διεστειλεν εν τη ημερα εκεινη τους τραγους τους ραντους και τους διαλευκους και πασας τας αιγας τας ραντας και τας διαλευκους και παν ο ην λευκον εν αυτοις και παν ο ην φαιον εν τοις αρνασιν και εδωκεν δια χειρος των υιων αυτου

30:36 και απεστησεν οδον τριων ημερων ανα μεσον αυτων και ανα μεσον ιακωβ ιακωβ δε εποιμαινεν τα προβατα λαβαν τα υπολειφθεντα

30:37 ελαβεν δε εαυτω ιακωβ ραβδον στυρακινην χλωραν και καρυινην και πλατανου και ελεπισεν αυτας ιακωβ λεπισματα λευκα περισυρων το χλωρον εφαινετο δε επι ταις ραβδοις το λευκον ο ελεπισεν ποικιλον

30:38 και παρεθηκεν τας ραβδους ας ελεπισεν εν ταις ληνοις των ποτιστηριων του υδατος ινα ως αν ελθωσιν τα προβατα πιειν ενωπιον των ραβδων ελθοντων αυτων εις το πιειν

30:39 εγκισσησωσιν τα προβατα εις τας ραβδους και ετικτον τα προβατα διαλευκα και ποικιλα και σποδοειδη ραντα

30:40 τους δε αμνους διεστειλεν ιακωβ και εστησεν εναντιον των προβατων κριον διαλευκον και παν ποικιλον εν τοις αμνοις και διεχωρισεν εαυτω ποιμνια καθ' εαυτον και ουκ εμιξεν αυτα εις τα προβατα λαβαν

30:41 εγενετο δε εν τω καιρω ω ενεκισσησεν τα προβατα εν γαστρι λαμβανοντα εθηκεν ιακωβ τας ραβδους εναντιον των προβατων εν ταις ληνοις του εγκισσησαι αυτα κατα τας ραβδους

30:42 ηνικα δ' αν ετεκον τα προβατα ουκ ετιθει εγενετο δε τα ασημα του λαβαν τα δε επισημα του ιακωβ

30:43 και επλουτησεν ο ανθρωπος σφοδρα σφοδρα και εγενετο αυτω κτηνη πολλα και βοες και παιδες και παιδισκαι και καμηλοι και ονοι

 

Created with FREE HTMLCompiler by BibleDatabase