HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Genesis 31

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50]

31:1 ηκουσεν δε ιακωβ τα ρηματα των υιων λαβαν λεγοντων ειληφεν ιακωβ παντα τα του πατρος ημων και εκ των του πατρος ημων πεποιηκεν πασαν την δοξαν ταυτην

31:2 και ειδεν ιακωβ το προσωπον του λαβαν και ιδου ουκ ην προς αυτον ως εχθες και τριτην ημεραν

31:3 ειπεν δε κυριος προς ιακωβ αποστρεφου εις την γην του πατρος σου και εις την γενεαν σου και εσομαι μετα σου

31:4 αποστειλας δε ιακωβ εκαλεσεν ραχηλ και λειαν εις το πεδιον ου τα ποιμνια

31:5 και ειπεν αυταις ορω εγω το προσωπον του πατρος υμων οτι ουκ εστιν προς εμου ως εχθες και τριτην ημεραν ο δε θεος του πατρος μου ην μετ' εμου

31:6 και αυται δε οιδατε οτι εν παση τη ισχυι μου δεδουλευκα τω πατρι υμων

31:7 ο δε πατηρ υμων παρεκρουσατο με και ηλλαξεν τον μισθον μου των δεκα αμνων και ουκ εδωκεν αυτω ο θεος κακοποιησαι με

31:8 εαν ουτως ειπη τα ποικιλα εσται σου μισθος και τεξεται παντα τα προβατα ποικιλα εαν δε ειπη τα λευκα εσται σου μισθος και τεξεται παντα τα προβατα λευκα

31:9 και αφειλατο ο θεος παντα τα κτηνη του πατρος υμων και εδωκεν μοι αυτα

31:10 και εγενετο ηνικα ενεκισσων τα προβατα και ειδον τοις οφθαλμοις αυτα εν τω υπνω και ιδου οι τραγοι και οι κριοι αναβαινοντες ησαν επι τα προβατα και τας αιγας διαλευκοι και ποικιλοι και σποδοειδεις ραντοι

31:11 και ειπεν μοι ο αγγελος του θεου καθ' υπνον ιακωβ εγω δε ειπα τι εστιν

31:12 και ειπεν αναβλεψον τοις οφθαλμοις σου και ιδε τους τραγους και τους κριους αναβαινοντας επι τα προβατα και τας αιγας διαλευκους και ποικιλους και σποδοειδεις ραντους εωρακα γαρ οσα σοι λαβαν ποιει

31:13 εγω ειμι ο θεος ο οφθεις σοι εν τοπω θεου ου ηλειψας μοι εκει στηλην και ηυξω μοι εκει ευχην νυν ουν αναστηθι και εξελθε εκ της γης ταυτης και απελθε εις την γην της γενεσεως σου και εσομαι μετα σου

31:14 και αποκριθεισα ραχηλ και λεια ειπαν αυτω μη εστιν ημιν ετι μερις η κληρονομια εν τω οικω του πατρος ημων

31:15 ουχ ως αι αλλοτριαι λελογισμεθα αυτω πεπρακεν γαρ ημας και κατεφαγεν καταβρωσει το αργυριον ημων

31:16 παντα τον πλουτον και την δοξαν ην αφειλατο ο θεος του πατρος ημων ημιν εσται και τοις τεκνοις ημων νυν ουν οσα ειρηκεν σοι ο θεος ποιει

31:17 αναστας δε ιακωβ ελαβεν τας γυναικας αυτου και τα παιδια αυτου επι τας καμηλους

31:18 και απηγαγεν παντα τα υπαρχοντα αυτου και πασαν την αποσκευην αυτου ην περιεποιησατο εν τη μεσοποταμια και παντα τα αυτου απελθειν προς ισαακ τον πατερα αυτου εις γην χανααν

31:19 λαβαν δε ωχετο κειραι τα προβατα αυτου εκλεψεν δε ραχηλ τα ειδωλα του πατρος αυτης

31:20 εκρυψεν δε ιακωβ λαβαν τον συρον του μη αναγγειλαι αυτω οτι αποδιδρασκει

31:21 και απεδρα αυτος και παντα τα αυτου και διεβη τον ποταμον και ωρμησεν εις το ορος γαλααδ

31:22 ανηγγελη δε λαβαν τω συρω τη τριτη ημερα οτι απεδρα ιακωβ

31:23 και παραλαβων παντας τους αδελφους αυτου μεθ' εαυτου εδιωξεν οπισω αυτου οδον ημερων επτα και κατελαβεν αυτον εν τω ορει τω γαλααδ

31:24 ηλθεν δε ο θεος προς λαβαν τον συρον καθ' υπνον την νυκτα και ειπεν αυτω φυλαξαι σεαυτον μηποτε λαλησης μετα ιακωβ πονηρα

31:25 και κατελαβεν λαβαν τον ιακωβ ιακωβ δε επηξεν την σκηνην αυτου εν τω ορει λαβαν δε εστησεν τους αδελφους αυτου εν τω ορει γαλααδ

31:26 ειπεν δε λαβαν τω ιακωβ τι εποιησας ινα τι κρυφη απεδρας και εκλοποφορησας με και απηγαγες τας θυγατερας μου ως αιχμαλωτιδας μαχαιρα

31:27 και ει ανηγγειλας μοι εξαπεστειλα αν σε μετ' ευφροσυνης και μετα μουσικων τυμπανων και κιθαρας

31:28 ουκ ηξιωθην καταφιλησαι τα παιδια μου και τας θυγατερας μου νυν δε αφρονως επραξας

31:29 και νυν ισχυει η χειρ μου κακοποιησαι σε ο δε θεος του πατρος σου εχθες ειπεν προς με λεγων φυλαξαι σεαυτον μηποτε λαλησης μετα ιακωβ πονηρα

31:30 νυν ουν πεπορευσαι επιθυμια γαρ επεθυμησας απελθειν εις τον οικον του πατρος σου ινα τι εκλεψας τους θεους μου

31:31 αποκριθεις δε ιακωβ ειπεν τω λαβαν ειπα γαρ μηποτε αφελης τας θυγατερας σου απ' εμου και παντα τα εμα

31:32 επιγνωθι τι εστιν των σων παρ' εμοι και λαβε και ουκ επεγνω παρ' αυτω ουθεν και ειπεν αυτω ιακωβ παρ' ω εαν ευρης τους θεους σου ου ζησεται εναντιον των αδελφων ημων ουκ ηδει δε ιακωβ οτι ραχηλ η γυνη αυτου εκλεψεν αυτους

31:33 εισελθων δε λαβαν ηρευνησεν εις τον οικον λειας και ουχ ευρεν και εξελθων εκ του οικου λειας ηρευνησεν τον οικον ιακωβ και εν τω οικω των δυο παιδισκων και ουχ ευρεν εισηλθεν δε και εις τον οικον ραχηλ

31:34 ραχηλ δε ελαβεν τα ειδωλα και ενεβαλεν αυτα εις τα σαγματα της καμηλου και επεκαθισεν αυτοις

31:35 και ειπεν τω πατρι αυτης μη βαρεως φερε κυριε ου δυναμαι αναστηναι ενωπιον σου οτι το κατ' εθισμον των γυναικων μοι εστιν ηρευνησεν δε λαβαν εν ολω τω οικω και ουχ ευρεν τα ειδωλα

31:36 ωργισθη δε ιακωβ και εμαχεσατο τω λαβαν αποκριθεις δε ιακωβ ειπεν τω λαβαν τι το αδικημα μου και τι το αμαρτημα μου οτι κατεδιωξας οπισω μου

31:37 και οτι ηρευνησας παντα τα σκευη μου τι ευρες απο παντων των σκευων του οικου σου θες ωδε εναντιον των αδελφων μου και των αδελφων σου και ελεγξατωσαν ανα μεσον των δυο ημων

31:38 ταυτα μοι εικοσι ετη εγω ειμι μετα σου τα προβατα σου και αι αιγες σου ουκ ητεκνωθησαν κριους των προβατων σου ου κατεφαγον

31:39 θηριαλωτον ουκ ανενηνοχα σοι εγω απετιννυον παρ' εμαυτου κλεμματα ημερας και κλεμματα νυκτος

31:40 εγινομην της ημερας συγκαιομενος τω καυματι και παγετω της νυκτος και αφιστατο ο υπνος απο των οφθαλμων μου

31:41 ταυτα μοι εικοσι ετη εγω ειμι εν τη οικια σου εδουλευσα σοι δεκα τεσσαρα ετη αντι των δυο θυγατερων σου και εξ ετη εν τοις προβατοις σου και παρελογισω τον μισθον μου δεκα αμνασιν

31:42 ει μη ο θεος του πατρος μου αβρααμ και ο φοβος ισαακ ην μοι νυν αν κενον με εξαπεστειλας την ταπεινωσιν μου και τον κοπον των χειρων μου ειδεν ο θεος και ηλεγξεν σε εχθες

31:43 αποκριθεις δε λαβαν ειπεν τω ιακωβ αι θυγατερες θυγατερες μου και οι υιοι υιοι μου και τα κτηνη κτηνη μου και παντα οσα συ ορας εμα εστιν και των θυγατερων μου τι ποιησω ταυταις σημερον η τοις τεκνοις αυτων οις ετεκον

31:44 νυν ουν δευρο διαθωμεθα διαθηκην εγω και συ και εσται εις μαρτυριον ανα μεσον εμου και σου ειπεν δε αυτω ιδου ουθεις μεθ' ημων εστιν ιδε ο θεος μαρτυς ανα μεσον εμου και σου

31:45 λαβων δε ιακωβ λιθον εστησεν αυτον στηλην

31:46 ειπεν δε ιακωβ τοις αδελφοις αυτου συλλεγετε λιθους και συνελεξαν λιθους και εποιησαν βουνον και εφαγον και επιον εκει επι του βουνου και ειπεν αυτω λαβαν ο βουνος ουτος μαρτυρει ανα μεσον εμου και σου σημερον

31:47 και εκαλεσεν αυτον λαβαν βουνος της μαρτυριας ιακωβ δε εκαλεσεν αυτον βουνος μαρτυς

31:48 ειπεν δε λαβαν τω ιακωβ ιδου ο βουνος ουτος και η στηλη αυτη ην εστησα ανα μεσον εμου και σου μαρτυρει ο βουνος ουτος και μαρτυρει η στηλη αυτη δια τουτο εκληθη το ονομα αυτου βουνος μαρτυρει

31:49 και η ορασις ην ειπεν επιδοι ο θεος ανα μεσον εμου και σου οτι αποστησομεθα ετερος απο του ετερου

31:50 ει ταπεινωσεις τας θυγατερας μου ει λημψη γυναικας επι ταις θυγατρασιν μου ορα ουθεις μεθ' ημων εστιν

31:52 εαν τε γαρ εγω μη διαβω προς σε μηδε συ διαβης προς με τον βουνον τουτον και την στηλην ταυτην επι κακια

31:53 ο θεος αβρααμ και ο θεος ναχωρ κρινει ανα μεσον ημων και ωμοσεν ιακωβ κατα του φοβου του πατρος αυτου ισαακ

31:54 και εθυσεν ιακωβ θυσιαν εν τω ορει και εκαλεσεν τους αδελφους αυτου και εφαγον και επιον και εκοιμηθησαν εν τω ορει

 

Created with FREE HTMLCompiler by BibleDatabase