HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Genesis 32

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50]

32:1 αναστας δε λαβαν το πρωι κατεφιλησεν τους υιους αυτου και τας θυγατερας αυτου και ευλογησεν αυτους και αποστραφεις λαβαν απηλθεν εις τον τοπον αυτου

32:2 και ιακωβ απηλθεν εις την εαυτου οδον και αναβλεψας ειδεν παρεμβολην θεου παρεμβεβληκυιαν και συνηντησαν αυτω οι αγγελοι του θεου

32:3 ειπεν δε ιακωβ ηνικα ειδεν αυτους παρεμβολη θεου αυτη και εκαλεσεν το ονομα του τοπου εκεινου παρεμβολαι

32:4 απεστειλεν δε ιακωβ αγγελους εμπροσθεν αυτου προς ησαυ τον αδελφον αυτου εις γην σηιρ εις χωραν εδωμ

32:5 και ενετειλατο αυτοις λεγων ουτως ερειτε τω κυριω μου ησαυ ουτως λεγει ο παις σου ιακωβ μετα λαβαν παρωκησα και εχρονισα εως του νυν

32:6 και εγενοντο μοι βοες και ονοι και προβατα και παιδες και παιδισκαι και απεστειλα αναγγειλαι τω κυριω μου ησαυ ινα ευρη ο παις σου χαριν εναντιον σου

32:7 και ανεστρεψαν οι αγγελοι προς ιακωβ λεγοντες ηλθομεν προς τον αδελφον σου ησαυ και ιδου αυτος ερχεται εις συναντησιν σοι και τετρακοσιοι ανδρες μετ' αυτου

32:8 εφοβηθη δε ιακωβ σφοδρα και ηπορειτο και διειλεν τον λαον τον μετ' αυτου και τους βοας και τα προβατα εις δυο παρεμβολας

32:9 και ειπεν ιακωβ εαν ελθη ησαυ εις παρεμβολην μιαν και εκκοψη αυτην εσται η παρεμβολη η δευτερα εις το σωζεσθαι

32:10 ειπεν δε ιακωβ ο θεος του πατρος μου αβρααμ και ο θεος του πατρος μου ισαακ κυριε ο ειπας μοι αποτρεχε εις την γην της γενεσεως σου και ευ σε ποιησω

32:11 ικανουται μοι απο πασης δικαιοσυνης και απο πασης αληθειας ης εποιησας τω παιδι σου εν γαρ τη ραβδω μου διεβην τον ιορδανην τουτον νυν δε γεγονα εις δυο παρεμβολας

32:12 εξελου με εκ χειρος του αδελφου μου ησαυ οτι φοβουμαι εγω αυτον μηποτε ελθων παταξη με και μητερα επι τεκνοις

32:13 συ δε ειπας καλως ευ σε ποιησω και θησω το σπερμα σου ως την αμμον της θαλασσης η ουκ αριθμηθησεται απο του πληθους

32:14 και εκοιμηθη εκει την νυκτα εκεινην και ελαβεν ων εφερεν δωρα και εξαπεστειλεν ησαυ τω αδελφω αυτου

32:15 αιγας διακοσιας τραγους εικοσι προβατα διακοσια κριους εικοσι

32:16 καμηλους θηλαζουσας και τα παιδια αυτων τριακοντα βοας τεσσαρακοντα ταυρους δεκα ονους εικοσι και πωλους δεκα

32:17 και εδωκεν δια χειρος τοις παισιν αυτου ποιμνιον κατα μονας ειπεν δε τοις παισιν αυτου προπορευεσθε εμπροσθεν μου και διαστημα ποιειτε ανα μεσον ποιμνης και ποιμνης

32:18 και ενετειλατο τω πρωτω λεγων εαν σοι συναντηση ησαυ ο αδελφος μου και ερωτα σε λεγων τινος ει και που πορευη και τινος ταυτα τα προπορευομενα σου

32:19 ερεις του παιδος σου ιακωβ δωρα απεσταλκεν τω κυριω μου ησαυ και ιδου αυτος οπισω ημων

32:20 και ενετειλατο τω πρωτω και τω δευτερω και τω τριτω και πασι τοις προπορευομενοις οπισω των ποιμνιων τουτων λεγων κατα το ρημα τουτο λαλησατε ησαυ εν τω ευρειν υμας αυτον

32:21 και ερειτε ιδου ο παις σου ιακωβ παραγινεται οπισω ημων ειπεν γαρ εξιλασομαι το προσωπον αυτου εν τοις δωροις τοις προπορευομενοις αυτου και μετα τουτο οψομαι το προσωπον αυτου ισως γαρ προσδεξεται το προσωπον μου

32:22 και παρεπορευοντο τα δωρα κατα προσωπον αυτου αυτος δε εκοιμηθη την νυκτα εκεινην εν τη παρεμβολη

32:23 αναστας δε την νυκτα εκεινην ελαβεν τας δυο γυναικας και τας δυο παιδισκας και τα ενδεκα παιδια αυτου και διεβη την διαβασιν του ιαβοκ

32:24 και ελαβεν αυτους και διεβη τον χειμαρρουν και διεβιβασεν παντα τα αυτου

32:25 υπελειφθη δε ιακωβ μονος και επαλαιεν ανθρωπος μετ' αυτου εως πρωι

32:26 ειδεν δε οτι ου δυναται προς αυτον και ηψατο του πλατους του μηρου αυτου και εναρκησεν το πλατος του μηρου ιακωβ εν τω παλαιειν αυτον μετ' αυτου

32:27 και ειπεν αυτω αποστειλον με ανεβη γαρ ο ορθρος ο δε ειπεν ου μη σε αποστειλω εαν μη με ευλογησης

32:28 ειπεν δε αυτω τι το ονομα σου εστιν ο δε ειπεν ιακωβ

32:29 ειπεν δε αυτω ου κληθησεται ετι το ονομα σου ιακωβ αλλα ισραηλ εσται το ονομα σου οτι ενισχυσας μετα θεου και μετα ανθρωπων δυνατος

32:30 ηρωτησεν δε ιακωβ και ειπεν αναγγειλον μοι το ονομα σου και ειπεν ινα τι τουτο ερωτας το ονομα μου και ηυλογησεν αυτον εκει

32:31 και εκαλεσεν ιακωβ το ονομα του τοπου εκεινου ειδος θεου ειδον γαρ θεον προσωπον προς προσωπον και εσωθη μου η ψυχη

32:32 ανετειλεν δε αυτω ο ηλιος ηνικα παρηλθεν το ειδος του θεου αυτος δε επεσκαζεν τω μηρω αυτου

32:33 ενεκεν τουτου ου μη φαγωσιν οι υιοι ισραηλ το νευρον ο εναρκησεν ο εστιν επι του πλατους του μηρου εως της ημερας ταυτης οτι ηψατο του πλατους του μηρου ιακωβ του νευρου και εναρκησεν

 

Created with FREE HTMLCompiler by BibleDatabase