HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Genesis 33

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50]

33:1 αναβλεψας δε ιακωβ ειδεν και ιδου ησαυ ο αδελφος αυτου ερχομενος και τετρακοσιοι ανδρες μετ' αυτου και επιδιειλεν ιακωβ τα παιδια επι λειαν και ραχηλ και τας δυο παιδισκας

33:2 και εποιησεν τας δυο παιδισκας και τους υιους αυτων εν πρωτοις και λειαν και τα παιδια αυτης οπισω και ραχηλ και ιωσηφ εσχατους

33:3 αυτος δε προηλθεν εμπροσθεν αυτων και προσεκυνησεν επι την γην επτακις εως του εγγισαι του αδελφου αυτου

33:4 και προσεδραμεν ησαυ εις συναντησιν αυτω και περιλαβων αυτον εφιλησεν και προσεπεσεν επι τον τραχηλον αυτου και εκλαυσαν αμφοτεροι

33:5 και αναβλεψας ειδεν τας γυναικας και τα παιδια και ειπεν τι ταυτα σοι εστιν ο δε ειπεν τα παιδια οις ηλεησεν ο θεος τον παιδα σου

33:6 και προσηγγισαν αι παιδισκαι και τα τεκνα αυτων και προσεκυνησαν

33:7 και προσηγγισεν λεια και τα τεκνα αυτης και προσεκυνησαν και μετα ταυτα προσηγγισεν ραχηλ και ιωσηφ και προσεκυνησαν

33:8 και ειπεν τι ταυτα σοι εστιν πασαι αι παρεμβολαι αυται αις απηντηκα ο δε ειπεν ινα ευρη ο παις σου χαριν εναντιον σου κυριε

33:9 ειπεν δε ησαυ εστιν μοι πολλα αδελφε εστω σοι τα σα

33:10 ειπεν δε ιακωβ ει ευρηκα χαριν εναντιον σου δεξαι τα δωρα δια των εμων χειρων ενεκεν τουτου ειδον το προσωπον σου ως αν τις ιδοι προσωπον θεου και ευδοκησεις με

33:11 λαβε τας ευλογιας μου ας ηνεγκα σοι οτι ηλεησεν με ο θεος και εστιν μοι παντα και εβιασατο αυτον και ελαβεν

33:12 και ειπεν απαραντες πορευσομεθα επ' ευθειαν

33:13 ειπεν δε αυτω ο κυριος μου γινωσκει οτι τα παιδια απαλωτερα και τα προβατα και αι βοες λοχευονται επ' εμε εαν ουν καταδιωξω αυτους ημεραν μιαν αποθανουνται παντα τα κτηνη

33:14 προελθετω ο κυριος μου εμπροσθεν του παιδος εγω δε ενισχυσω εν τη οδω κατα σχολην της πορευσεως της εναντιον μου και κατα ποδα των παιδαριων εως του με ελθειν προς τον κυριον μου εις σηιρ

33:15 ειπεν δε ησαυ καταλειψω μετα σου απο του λαου του μετ' εμου ο δε ειπεν ινα τι τουτο ικανον οτι ευρον χαριν εναντιον σου κυριε

33:16 απεστρεψεν δε ησαυ εν τη ημερα εκεινη εις την οδον αυτου εις σηιρ

33:17 και ιακωβ απαιρει εις σκηνας και εποιησεν εαυτω εκει οικιας και τοις κτηνεσιν αυτου εποιησεν σκηνας δια τουτο εκαλεσεν το ονομα του τοπου εκεινου σκηναι

33:18 και ηλθεν ιακωβ εις σαλημ πολιν σικιμων η εστιν εν γη χανααν οτε ηλθεν εκ της μεσοποταμιας συριας και παρενεβαλεν κατα προσωπον της πολεως

33:19 και εκτησατο την μεριδα του αγρου ου εστησεν εκει την σκηνην αυτου παρα εμμωρ πατρος συχεμ εκατον αμνων

33:20 και εστησεν εκει θυσιαστηριον και επεκαλεσατο τον θεον ισραηλ

 

Created with FREE HTMLCompiler by BibleDatabase