HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Genesis 37

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50]

37:1 κατωκει δε ιακωβ εν τη γη ου παρωκησεν ο πατηρ αυτου εν γη χανααν

37:2 αυται δε αι γενεσεις ιακωβ ιωσηφ δεκα επτα ετων ην ποιμαινων μετα των αδελφων αυτου τα προβατα ων νεος μετα των υιων βαλλας και μετα των υιων ζελφας των γυναικων του πατρος αυτου κατηνεγκεν δε ιωσηφ ψογον πονηρον προς ισραηλ τον πατερα αυτων

37:3 ιακωβ δε ηγαπα τον ιωσηφ παρα παντας τους υιους αυτου οτι υιος γηρους ην αυτω εποιησεν δε αυτω χιτωνα ποικιλον

37:4 ιδοντες δε οι αδελφοι αυτου οτι αυτον ο πατηρ φιλει εκ παντων των υιων αυτου εμισησαν αυτον και ουκ εδυναντο λαλειν αυτω ουδεν ειρηνικον

37:5 ενυπνιασθεις δε ιωσηφ ενυπνιον απηγγειλεν αυτο τοις αδελφοις αυτου

37:6 και ειπεν αυτοις ακουσατε του ενυπνιου τουτου ου ενυπνιασθην

37:7 ωμην ημας δεσμευειν δραγματα εν μεσω τω πεδιω και ανεστη το εμον δραγμα και ωρθωθη περιστραφεντα δε τα δραγματα υμων προσεκυνησαν το εμον δραγμα

37:8 ειπαν δε αυτω οι αδελφοι μη βασιλευων βασιλευσεις εφ' ημας η κυριευων κυριευσεις ημων και προσεθεντο ετι μισειν αυτον ενεκεν των ενυπνιων αυτου και ενεκεν των ρηματων αυτου

37:9 ειδεν δε ενυπνιον ετερον και διηγησατο αυτο τω πατρι αυτου και τοις αδελφοις αυτου και ειπεν ιδου ενυπνιασαμην ενυπνιον ετερον ωσπερ ο ηλιος και η σεληνη και ενδεκα αστερες προσεκυνουν με

37:10 και επετιμησεν αυτω ο πατηρ αυτου και ειπεν αυτω τι το ενυπνιον τουτο ο ενυπνιασθης αρα γε ελθοντες ελευσομεθα εγω τε και η μητηρ σου και οι αδελφοι σου προσκυνησαι σοι επι την γην

37:11 εζηλωσαν δε αυτον οι αδελφοι αυτου ο δε πατηρ αυτου διετηρησεν το ρημα

37:12 επορευθησαν δε οι αδελφοι αυτου βοσκειν τα προβατα του πατρος αυτων εις συχεμ

37:13 και ειπεν ισραηλ προς ιωσηφ ουχ οι αδελφοι σου ποιμαινουσιν εν συχεμ δευρο αποστειλω σε προς αυτους ειπεν δε αυτω ιδου εγω

37:14 ειπεν δε αυτω ισραηλ πορευθεις ιδε ει υγιαινουσιν οι αδελφοι σου και τα προβατα και αναγγειλον μοι και απεστειλεν αυτον εκ της κοιλαδος της χεβρων και ηλθεν εις συχεμ

37:15 και ευρεν αυτον ανθρωπος πλανωμενον εν τω πεδιω ηρωτησεν δε αυτον ο ανθρωπος λεγων τι ζητεις

37:16 ο δε ειπεν τους αδελφους μου ζητω αναγγειλον μοι που βοσκουσιν

37:17 ειπεν δε αυτω ο ανθρωπος απηρκασιν εντευθεν ηκουσα γαρ αυτων λεγοντων πορευθωμεν εις δωθαιμ και επορευθη ιωσηφ κατοπισθεν των αδελφων αυτου και ευρεν αυτους εν δωθαιμ

37:18 προειδον δε αυτον μακροθεν προ του εγγισαι αυτον προς αυτους και επονηρευοντο του αποκτειναι αυτον

37:19 ειπαν δε εκαστος προς τον αδελφον αυτου ιδου ο ενυπνιαστης εκεινος ερχεται

37:20 νυν ουν δευτε αποκτεινωμεν αυτον και ριψωμεν αυτον εις ενα των λακκων και ερουμεν θηριον πονηρον κατεφαγεν αυτον και οψομεθα τι εσται τα ενυπνια αυτου

37:21 ακουσας δε ρουβην εξειλατο αυτον εκ των χειρων αυτων και ειπεν ου παταξομεν αυτον εις ψυχην

37:22 ειπεν δε αυτοις ρουβην μη εκχεητε αιμα εμβαλετε αυτον εις τον λακκον τουτον τον εν τη ερημω χειρα δε μη επενεγκητε αυτω οπως εξεληται αυτον εκ των χειρων αυτων και αποδω αυτον τω πατρι αυτου

37:23 εγενετο δε ηνικα ηλθεν ιωσηφ προς τους αδελφους αυτου εξεδυσαν τον ιωσηφ τον χιτωνα τον ποικιλον τον περι αυτον

37:24 και λαβοντες αυτον ερριψαν εις τον λακκον ο δε λακκος κενος υδωρ ουκ ειχεν

37:25 εκαθισαν δε φαγειν αρτον και αναβλεψαντες τοις οφθαλμοις ειδον και ιδου οδοιποροι ισμαηλιται ηρχοντο εκ γαλααδ και αι καμηλοι αυτων εγεμον θυμιαματων και ρητινης και στακτης επορευοντο δε καταγαγειν εις αιγυπτον

37:26 ειπεν δε ιουδας προς τους αδελφους αυτου τι χρησιμον εαν αποκτεινωμεν τον αδελφον ημων και κρυψωμεν το αιμα αυτου

37:27 δευτε αποδωμεθα αυτον τοις ισμαηλιταις τουτοις αι δε χειρες ημων μη εστωσαν επ' αυτον οτι αδελφος ημων και σαρξ ημων εστιν ηκουσαν δε οι αδελφοι αυτου

37:28 και παρεπορευοντο οι ανθρωποι οι μαδιηναιοι οι εμποροι και εξειλκυσαν και ανεβιβασαν τον ιωσηφ εκ του λακκου και απεδοντο τον ιωσηφ τοις ισμαηλιταις εικοσι χρυσων και κατηγαγον τον ιωσηφ εις αιγυπτον

37:29 ανεστρεψεν δε ρουβην επι τον λακκον και ουχ ορα τον ιωσηφ εν τω λακκω και διερρηξεν τα ιματια αυτου

37:30 και ανεστρεψεν προς τους αδελφους αυτου και ειπεν το παιδαριον ουκ εστιν εγω δε που πορευομαι ετι

37:31 λαβοντες δε τον χιτωνα του ιωσηφ εσφαξαν εριφον αιγων και εμολυναν τον χιτωνα τω αιματι

37:32 και απεστειλαν τον χιτωνα τον ποικιλον και εισηνεγκαν τω πατρι αυτων και ειπαν τουτον ευρομεν επιγνωθι ει χιτων του υιου σου εστιν η ου

37:33 και επεγνω αυτον και ειπεν χιτων του υιου μου εστιν θηριον πονηρον κατεφαγεν αυτον θηριον ηρπασεν τον ιωσηφ

37:34 διερρηξεν δε ιακωβ τα ιματια αυτου και επεθετο σακκον επι την οσφυν αυτου και επενθει τον υιον αυτου ημερας πολλας

37:35 συνηχθησαν δε παντες οι υιοι αυτου και αι θυγατερες και ηλθον παρακαλεσαι αυτον και ουκ ηθελεν παρακαλεισθαι λεγων οτι καταβησομαι προς τον υιον μου πενθων εις αδου και εκλαυσεν αυτον ο πατηρ αυτου

37:36 οι δε μαδιηναιοι απεδοντο τον ιωσηφ εις αιγυπτον τω πετεφρη τω σπαδοντι φαραω αρχιμαγειρω

 

Created with FREE HTMLCompiler by BibleDatabase