HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Genesis 38

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50]

38:1 εγενετο δε εν τω καιρω εκεινω κατεβη ιουδας απο των αδελφων αυτου και αφικετο εως προς ανθρωπον τινα οδολλαμιτην ω ονομα ιρας

38:2 και ειδεν εκει ιουδας θυγατερα ανθρωπου χαναναιου η ονομα σαυα και ελαβεν αυτην και εισηλθεν προς αυτην

38:3 και συλλαβουσα ετεκεν υιον και εκαλεσεν το ονομα αυτου ηρ

38:4 και συλλαβουσα ετι ετεκεν υιον και εκαλεσεν το ονομα αυτου αυναν

38:5 και προσθεισα ετι ετεκεν υιον και εκαλεσεν το ονομα αυτου σηλωμ αυτη δε ην εν χασβι ηνικα ετεκεν αυτους

38:6 και ελαβεν ιουδας γυναικα ηρ τω πρωτοτοκω αυτου η ονομα θαμαρ

38:7 εγενετο δε ηρ πρωτοτοκος ιουδα πονηρος εναντιον κυριου και απεκτεινεν αυτον ο θεος

38:8 ειπεν δε ιουδας τω αυναν εισελθε προς την γυναικα του αδελφου σου και γαμβρευσαι αυτην και αναστησον σπερμα τω αδελφω σου

38:9 γνους δε αυναν οτι ουκ αυτω εσται το σπερμα εγινετο οταν εισηρχετο προς την γυναικα του αδελφου αυτου εξεχεεν επι την γην του μη δουναι σπερμα τω αδελφω αυτου

38:10 πονηρον δε εφανη εναντιον του θεου οτι εποιησεν τουτο και εθανατωσεν και τουτον

38:11 ειπεν δε ιουδας θαμαρ τη νυμφη αυτου καθου χηρα εν τω οικω του πατρος σου εως μεγας γενηται σηλωμ ο υιος μου ειπεν γαρ μηποτε αποθανη και ουτος ωσπερ οι αδελφοι αυτου απελθουσα δε θαμαρ εκαθητο εν τω οικω του πατρος αυτης

38:12 επληθυνθησαν δε αι ημεραι και απεθανεν σαυα η γυνη ιουδα και παρακληθεις ιουδας ανεβη επι τους κειροντας τα προβατα αυτου αυτος και ιρας ο ποιμην αυτου ο οδολλαμιτης εις θαμνα

38:13 και απηγγελη θαμαρ τη νυμφη αυτου λεγοντες ιδου ο πενθερος σου αναβαινει εις θαμνα κειραι τα προβατα αυτου

38:14 και περιελομενη τα ιματια της χηρευσεως αφ' εαυτης περιεβαλετο θεριστρον και εκαλλωπισατο και εκαθισεν προς ταις πυλαις αιναν η εστιν εν παροδω θαμνα ειδεν γαρ οτι μεγας γεγονεν σηλωμ αυτος δε ουκ εδωκεν αυτην αυτω γυναικα

38:15 και ιδων αυτην ιουδας εδοξεν αυτην πορνην ειναι κατεκαλυψατο γαρ το προσωπον αυτης και ουκ επεγνω αυτην

38:16 εξεκλινεν δε προς αυτην την οδον και ειπεν αυτη εασον με εισελθειν προς σε ου γαρ εγνω οτι η νυμφη αυτου εστιν η δε ειπεν τι μοι δωσεις εαν εισελθης προς με

38:17 ο δε ειπεν εγω σοι αποστελω εριφον αιγων εκ των προβατων η δε ειπεν εαν δως αρραβωνα εως του αποστειλαι σε

38:18 ο δε ειπεν τινα τον αρραβωνα σοι δωσω η δε ειπεν τον δακτυλιον σου και τον ορμισκον και την ραβδον την εν τη χειρι σου και εδωκεν αυτη και εισηλθεν προς αυτην και εν γαστρι ελαβεν εξ αυτου

38:19 και αναστασα απηλθεν και περιειλατο το θεριστρον αφ' εαυτης και ενεδυσατο τα ιματια της χηρευσεως αυτης

38:20 απεστειλεν δε ιουδας τον εριφον εξ αιγων εν χειρι του ποιμενος αυτου του οδολλαμιτου κομισασθαι τον αρραβωνα παρα της γυναικος και ουχ ευρεν αυτην

38:21 επηρωτησεν δε τους ανδρας τους εκ του τοπου που εστιν η πορνη η γενομενη εν αιναν επι της οδου και ειπαν ουκ ην ενταυθα πορνη

38:22 και απεστραφη προς ιουδαν και ειπεν ουχ ευρον και οι ανθρωποι οι εκ του τοπου λεγουσιν μη ειναι ωδε πορνην

38:23 ειπεν δε ιουδας εχετω αυτα αλλα μηποτε καταγελασθωμεν εγω μεν απεσταλκα τον εριφον τουτον συ δε ουχ ευρηκας

38:24 εγενετο δε μετα τριμηνον απηγγελη τω ιουδα λεγοντες εκπεπορνευκεν θαμαρ η νυμφη σου και ιδου εν γαστρι εχει εκ πορνειας ειπεν δε ιουδας εξαγαγετε αυτην και κατακαυθητω

38:25 αυτη δε αγομενη απεστειλεν προς τον πενθερον αυτης λεγουσα εκ του ανθρωπου τινος ταυτα εστιν εγω εν γαστρι εχω και ειπεν επιγνωθι τινος ο δακτυλιος και ο ορμισκος και η ραβδος αυτη

38:26 επεγνω δε ιουδας και ειπεν δεδικαιωται θαμαρ η εγω ου εινεκεν ουκ εδωκα αυτην σηλωμ τω υιω μου και ου προσεθετο ετι του γνωναι αυτην

38:27 εγενετο δε ηνικα ετικτεν και τηδε ην διδυμα εν τη γαστρι αυτης

38:28 εγενετο δε εν τω τικτειν αυτην ο εις προεξηνεγκεν την χειρα λαβουσα δε η μαια εδησεν επι την χειρα αυτου κοκκινον λεγουσα ουτος εξελευσεται προτερος

38:29 ως δε επισυνηγαγεν την χειρα και ευθυς εξηλθεν ο αδελφος αυτου η δε ειπεν τι διεκοπη δια σε φραγμος και εκαλεσεν το ονομα αυτου φαρες

38:30 και μετα τουτο εξηλθεν ο αδελφος αυτου εφ' ω ην επι τη χειρι αυτου το κοκκινον και εκαλεσεν το ονομα αυτου ζαρα

 

Created with FREE HTMLCompiler by BibleDatabase