HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Genesis 41

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50]

41:1 εγενετο δε μετα δυο ετη ημερων φαραω ειδεν ενυπνιον ωετο εσταναι επι του ποταμου

41:2 και ιδου ωσπερ εκ του ποταμου ανεβαινον επτα βοες καλαι τω ειδει και εκλεκται ταις σαρξιν και εβοσκοντο εν τω αχει

41:3 αλλαι δε επτα βοες ανεβαινον μετα ταυτας εκ του ποταμου αισχραι τω ειδει και λεπται ταις σαρξιν και ενεμοντο παρα τας βοας παρα το χειλος του ποταμου

41:4 και κατεφαγον αι επτα βοες αι αισχραι και λεπται ταις σαρξιν τας επτα βοας τας καλας τω ειδει και τας εκλεκτας ηγερθη δε φαραω

41:5 και ενυπνιασθη το δευτερον και ιδου επτα σταχυες ανεβαινον εν πυθμενι ενι εκλεκτοι και καλοι

41:6 αλλοι δε επτα σταχυες λεπτοι και ανεμοφθοροι ανεφυοντο μετ' αυτους

41:7 και κατεπιον οι επτα σταχυες οι λεπτοι και ανεμοφθοροι τους επτα σταχυας τους εκλεκτους και τους πληρεις ηγερθη δε φαραω και ην ενυπνιον

41:8 εγενετο δε πρωι και εταραχθη η ψυχη αυτου και αποστειλας εκαλεσεν παντας τους εξηγητας αιγυπτου και παντας τους σοφους αυτης και διηγησατο αυτοις φαραω το ενυπνιον και ουκ ην ο απαγγελλων αυτο τω φαραω

41:9 και ελαλησεν ο αρχιοινοχοος προς φαραω λεγων την αμαρτιαν μου αναμιμνησκω σημερον

41:10 φαραω ωργισθη τοις παισιν αυτου και εθετο ημας εν φυλακη εν τω οικω του αρχιμαγειρου εμε τε και τον αρχισιτοποιον

41:11 και ειδομεν ενυπνιον εν νυκτι μια εγω τε και αυτος εκαστος κατα το αυτου ενυπνιον ειδομεν

41:12 ην δε εκει μεθ' ημων νεανισκος παις εβραιος του αρχιμαγειρου και διηγησαμεθα αυτω και συνεκρινεν ημιν

41:13 εγενηθη δε καθως συνεκρινεν ημιν ουτως και συνεβη εμε τε αποκατασταθηναι επι την αρχην μου εκεινον δε κρεμασθηναι

41:14 αποστειλας δε φαραω εκαλεσεν τον ιωσηφ και εξηγαγον αυτον εκ του οχυρωματος και εξυρησαν αυτον και ηλλαξαν την στολην αυτου και ηλθεν προς φαραω

41:15 ειπεν δε φαραω τω ιωσηφ ενυπνιον εωρακα και ο συγκρινων ουκ εστιν αυτο εγω δε ακηκοα περι σου λεγοντων ακουσαντα σε ενυπνια συγκριναι αυτα

41:16 αποκριθεις δε ιωσηφ τω φαραω ειπεν ανευ του θεου ουκ αποκριθησεται το σωτηριον φαραω

41:17 ελαλησεν δε φαραω τω ιωσηφ λεγων εν τω υπνω μου ωμην εσταναι παρα το χειλος του ποταμου

41:18 και ωσπερ εκ του ποταμου ανεβαινον επτα βοες καλαι τω ειδει και εκλεκται ταις σαρξιν και ενεμοντο εν τω αχει

41:19 και ιδου επτα βοες ετεραι ανεβαινον οπισω αυτων εκ του ποταμου πονηραι και αισχραι τω ειδει και λεπται ταις σαρξιν οιας ουκ ειδον τοιαυτας εν ολη γη αιγυπτω αισχροτερας

41:20 και κατεφαγον αι επτα βοες αι αισχραι και λεπται τας επτα βοας τας πρωτας τας καλας και εκλεκτας

41:21 και εισηλθον εις τας κοιλιας αυτων και ου διαδηλοι εγενοντο οτι εισηλθον εις τας κοιλιας αυτων και αι οψεις αυτων αισχραι καθα και την αρχην εξεγερθεις δε εκοιμηθην

41:22 και ειδον παλιν εν τω υπνω μου και ωσπερ επτα σταχυες ανεβαινον εν πυθμενι ενι πληρεις και καλοι

41:23 αλλοι δε επτα σταχυες λεπτοι και ανεμοφθοροι ανεφυοντο εχομενοι αυτων

41:24 και κατεπιον οι επτα σταχυες οι λεπτοι και ανεμοφθοροι τους επτα σταχυας τους καλους και τους πληρεις ειπα ουν τοις εξηγηταις και ουκ ην ο απαγγελλων μοι

41:25 και ειπεν ιωσηφ τω φαραω το ενυπνιον φαραω εν εστιν οσα ο θεος ποιει εδειξεν τω φαραω

41:26 αι επτα βοες αι καλαι επτα ετη εστιν και οι επτα σταχυες οι καλοι επτα ετη εστιν το ενυπνιον φαραω εν εστιν

41:27 και αι επτα βοες αι λεπται αι αναβαινουσαι οπισω αυτων επτα ετη εστιν και οι επτα σταχυες οι λεπτοι και ανεμοφθοροι εσονται επτα ετη λιμου

41:28 το δε ρημα ο ειρηκα φαραω οσα ο θεος ποιει εδειξεν τω φαραω

41:29 ιδου επτα ετη ερχεται ευθηνια πολλη εν παση γη αιγυπτω

41:30 ηξει δε επτα ετη λιμου μετα ταυτα και επιλησονται της πλησμονης εν ολη γη αιγυπτω και αναλωσει ο λιμος την γην

41:31 και ουκ επιγνωσθησεται η ευθηνια επι της γης απο του λιμου του εσομενου μετα ταυτα ισχυρος γαρ εσται σφοδρα

41:32 περι δε του δευτερωσαι το ενυπνιον φαραω δις οτι αληθες εσται το ρημα το παρα του θεου και ταχυνει ο θεος του ποιησαι αυτο

41:33 νυν ουν σκεψαι ανθρωπον φρονιμον και συνετον και καταστησον αυτον επι γης αιγυπτου

41:34 και ποιησατω φαραω και καταστησατω τοπαρχας επι της γης και αποπεμπτωσατωσαν παντα τα γενηματα της γης αιγυπτου των επτα ετων της ευθηνιας

41:35 και συναγαγετωσαν παντα τα βρωματα των επτα ετων των ερχομενων των καλων τουτων και συναχθητω ο σιτος υπο χειρα φαραω βρωματα εν ταις πολεσιν φυλαχθητω

41:36 και εσται τα βρωματα πεφυλαγμενα τη γη εις τα επτα ετη του λιμου α εσονται εν γη αιγυπτω και ουκ εκτριβησεται η γη εν τω λιμω

41:37 ηρεσεν δε τα ρηματα εναντιον φαραω και εναντιον παντων των παιδων αυτου

41:38 και ειπεν φαραω πασιν τοις παισιν αυτου μη ευρησομεν ανθρωπον τοιουτον ος εχει πνευμα θεου εν αυτω

41:39 ειπεν δε φαραω τω ιωσηφ επειδη εδειξεν ο θεος σοι παντα ταυτα ουκ εστιν ανθρωπος φρονιμωτερος και συνετωτερος σου

41:40 συ εση επι τω οικω μου και επι τω στοματι σου υπακουσεται πας ο λαος μου πλην τον θρονον υπερεξω σου εγω

41:41 ειπεν δε φαραω τω ιωσηφ ιδου καθιστημι σε σημερον επι πασης γης αιγυπτου

41:42 και περιελομενος φαραω τον δακτυλιον απο της χειρος αυτου περιεθηκεν αυτον επι την χειρα ιωσηφ και ενεδυσεν αυτον στολην βυσσινην και περιεθηκεν κλοιον χρυσουν περι τον τραχηλον αυτου

41:43 και ανεβιβασεν αυτον επι το αρμα το δευτερον των αυτου και εκηρυξεν εμπροσθεν αυτου κηρυξ και κατεστησεν αυτον εφ' ολης γης αιγυπτου

41:44 ειπεν δε φαραω τω ιωσηφ εγω φαραω ανευ σου ουκ εξαρει ουθεις την χειρα αυτου επι παση γη αιγυπτου

41:45 και εκαλεσεν φαραω το ονομα ιωσηφ ψονθομφανηχ και εδωκεν αυτω την ασεννεθ θυγατερα πετεφρη ιερεως ηλιου πολεως αυτω γυναικα

41:46 ιωσηφ δε ην ετων τριακοντα οτε εστη εναντιον φαραω βασιλεως αιγυπτου εξηλθεν δε ιωσηφ εκ προσωπου φαραω και διηλθεν πασαν γην αιγυπτου

41:47 και εποιησεν η γη εν τοις επτα ετεσιν της ευθηνιας δραγματα

41:48 και συνηγαγεν παντα τα βρωματα των επτα ετων εν οις ην η ευθηνια εν γη αιγυπτου και εθηκεν τα βρωματα εν ταις πολεσιν βρωματα των πεδιων της πολεως των κυκλω αυτης εθηκεν εν αυτη

41:49 και συνηγαγεν ιωσηφ σιτον ωσει την αμμον της θαλασσης πολυν σφοδρα εως ουκ ηδυναντο αριθμησαι ου γαρ ην αριθμος

41:50 τω δε ιωσηφ εγενοντο υιοι δυο προ του ελθειν τα επτα ετη του λιμου ους ετεκεν αυτω ασεννεθ θυγατηρ πετεφρη ιερεως ηλιου πολεως

41:51 εκαλεσεν δε ιωσηφ το ονομα του πρωτοτοκου μανασση οτι επιλαθεσθαι με εποιησεν ο θεος παντων των πονων μου και παντων των του πατρος μου

41:52 το δε ονομα του δευτερου εκαλεσεν εφραιμ οτι ηυξησεν με ο θεος εν γη ταπεινωσεως μου

41:53 παρηλθον δε τα επτα ετη της ευθηνιας α εγενοντο εν γη αιγυπτω

41:54 και ηρξαντο τα επτα ετη του λιμου ερχεσθαι καθα ειπεν ιωσηφ και εγενετο λιμος εν παση τη γη εν δε παση γη αιγυπτου ησαν αρτοι

41:55 και επεινασεν πασα η γη αιγυπτου εκεκραξεν δε ο λαος προς φαραω περι αρτων ειπεν δε φαραω πασι τοις αιγυπτιοις πορευεσθε προς ιωσηφ και ο εαν ειπη υμιν ποιησατε

41:56 και ο λιμος ην επι προσωπου πασης της γης ανεωξεν δε ιωσηφ παντας τους σιτοβολωνας και επωλει πασι τοις αιγυπτιοις

41:57 και πασαι αι χωραι ηλθον εις αιγυπτον αγοραζειν προς ιωσηφ επεκρατησεν γαρ ο λιμος εν παση τη γη

 

Created with FREE HTMLCompiler by BibleDatabase