HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Genesis 45

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50]

45:1 και ουκ ηδυνατο ιωσηφ ανεχεσθαι παντων των παρεστηκοτων αυτω αλλ' ειπεν εξαποστειλατε παντας απ' εμου και ου παρειστηκει ουδεις ετι τω ιωσηφ ηνικα ανεγνωριζετο τοις αδελφοις αυτου

45:2 και αφηκεν φωνην μετα κλαυθμου ηκουσαν δε παντες οι αιγυπτιοι και ακουστον εγενετο εις τον οικον φαραω

45:3 ειπεν δε ιωσηφ προς τους αδελφους αυτου εγω ειμι ιωσηφ ετι ο πατηρ μου ζη και ουκ εδυναντο οι αδελφοι αποκριθηναι αυτω εταραχθησαν γαρ

45:4 ειπεν δε ιωσηφ προς τους αδελφους αυτου εγγισατε προς με και ηγγισαν και ειπεν εγω ειμι ιωσηφ ο αδελφος υμων ον απεδοσθε εις αιγυπτον

45:5 νυν ουν μη λυπεισθε μηδε σκληρον υμιν φανητω οτι απεδοσθε με ωδε εις γαρ ζωην απεστειλεν με ο θεος εμπροσθεν υμων

45:6 τουτο γαρ δευτερον ετος λιμος επι της γης και ετι λοιπα πεντε ετη εν οις ουκ εσται αροτριασις ουδε αμητος

45:7 απεστειλεν γαρ με ο θεος εμπροσθεν υμων υπολειπεσθαι υμων καταλειμμα επι της γης και εκθρεψαι υμων καταλειψιν μεγαλην

45:8 νυν ουν ουχ υμεις με απεσταλκατε ωδε αλλ' η ο θεος και εποιησεν με ως πατερα φαραω και κυριον παντος του οικου αυτου και αρχοντα πασης γης αιγυπτου

45:9 σπευσαντες ουν αναβητε προς τον πατερα μου και ειπατε αυτω ταδε λεγει ο υιος σου ιωσηφ εποιησεν με ο θεος κυριον πασης γης αιγυπτου καταβηθι ουν προς με και μη μεινης

45:10 και κατοικησεις εν γη γεσεμ αραβιας και εση εγγυς μου συ και οι υιοι σου και οι υιοι των υιων σου τα προβατα σου και αι βοες σου και οσα σοι εστιν

45:11 και εκθρεψω σε εκει ετι γαρ πεντε ετη λιμος ινα μη εκτριβης συ και οι υιοι σου και παντα τα υπαρχοντα σου

45:12 ιδου οι οφθαλμοι υμων βλεπουσιν και οι οφθαλμοι βενιαμιν του αδελφου μου οτι το στομα μου το λαλουν προς υμας

45:13 απαγγειλατε ουν τω πατρι μου πασαν την δοξαν μου την εν αιγυπτω και οσα ειδετε και ταχυναντες καταγαγετε τον πατερα μου ωδε

45:14 και επιπεσων επι τον τραχηλον βενιαμιν του αδελφου αυτου εκλαυσεν επ' αυτω και βενιαμιν εκλαυσεν επι τω τραχηλω αυτου

45:15 και καταφιλησας παντας τους αδελφους αυτου εκλαυσεν επ' αυτοις και μετα ταυτα ελαλησαν οι αδελφοι αυτου προς αυτον

45:16 και διεβοηθη η φωνη εις τον οικον φαραω λεγοντες ηκασιν οι αδελφοι ιωσηφ εχαρη δε φαραω και η θεραπεια αυτου

45:17 ειπεν δε φαραω προς ιωσηφ ειπον τοις αδελφοις σου τουτο ποιησατε γεμισατε τα πορεια υμων και απελθατε εις γην χανααν

45:18 και παραλαβοντες τον πατερα υμων και τα υπαρχοντα υμων ηκετε προς με και δωσω υμιν παντων των αγαθων αιγυπτου και φαγεσθε τον μυελον της γης

45:19 συ δε εντειλαι ταυτα λαβειν αυτοις αμαξας εκ γης αιγυπτου τοις παιδιοις υμων και ταις γυναιξιν και αναλαβοντες τον πατερα υμων παραγινεσθε

45:20 και μη φεισησθε τοις οφθαλμοις των σκευων υμων τα γαρ παντα αγαθα αιγυπτου υμιν εσται

45:21 εποιησαν δε ουτως οι υιοι ισραηλ εδωκεν δε ιωσηφ αυτοις αμαξας κατα τα ειρημενα υπο φαραω του βασιλεως και εδωκεν αυτοις επισιτισμον εις την οδον

45:22 και πασιν εδωκεν δισσας στολας τω δε βενιαμιν εδωκεν τριακοσιους χρυσους και πεντε εξαλλασσουσας στολας

45:23 και τω πατρι αυτου απεστειλεν κατα τα αυτα και δεκα ονους αιροντας απο παντων των αγαθων αιγυπτου και δεκα ημιονους αιρουσας αρτους τω πατρι αυτου εις οδον

45:24 εξαπεστειλεν δε τους αδελφους αυτου και επορευθησαν και ειπεν αυτοις μη οργιζεσθε εν τη οδω

45:25 και ανεβησαν εξ αιγυπτου και ηλθον εις γην χανααν προς ιακωβ τον πατερα αυτων

45:26 και ανηγγειλαν αυτω λεγοντες οτι ο υιος σου ιωσηφ ζη και αυτος αρχει πασης γης αιγυπτου και εξεστη η διανοια ιακωβ ου γαρ επιστευσεν αυτοις

45:27 ελαλησαν δε αυτω παντα τα ρηθεντα υπο ιωσηφ οσα ειπεν αυτοις ιδων δε τας αμαξας ας απεστειλεν ιωσηφ ωστε αναλαβειν αυτον ανεζωπυρησεν το πνευμα ιακωβ του πατρος αυτων

45:28 ειπεν δε ισραηλ μεγα μοι εστιν ει ετι ιωσηφ ο υιος μου ζη πορευθεις οψομαι αυτον προ του αποθανειν με

 

Created with FREE HTMLCompiler by BibleDatabase