HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Genesis 47

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50]

47:1 ελθων δε ιωσηφ απηγγειλεν τω φαραω λεγων ο πατηρ μου και οι αδελφοι μου και τα κτηνη και οι βοες αυτων και παντα τα αυτων ηλθον εκ γης χανααν και ιδου εισιν εν γη γεσεμ

47:2 απο δε των αδελφων αυτου παρελαβεν πεντε ανδρας και εστησεν αυτους εναντιον φαραω

47:3 και ειπεν φαραω τοις αδελφοις ιωσηφ τι το εργον υμων οι δε ειπαν τω φαραω ποιμενες προβατων οι παιδες σου και ημεις και οι πατερες ημων

47:4 ειπαν δε τω φαραω παροικειν εν τη γη ηκαμεν ου γαρ εστιν νομη τοις κτηνεσιν των παιδων σου ενισχυσεν γαρ ο λιμος εν γη χανααν νυν ουν κατοικησομεν οι παιδες σου εν γη γεσεμ

47:5 ειπεν δε φαραω τω ιωσφη κατοικειτωσαν εν γη γεσεμ ει δε επιστη οτι εισιν εν αυτοις ανδρες δυνατοι καταστησον αυτους αρχοντας των εμων κτηνων ηλθον δε εις αιγυπτον προς ιωσηφ ιακωβ και οι υιοι αυτου και ηκουσεν φαραω βασιλευς αιγυπτου και ειπεν φαραω προς ιωσηφ λεγων ο πατηρ σου και οι αδελφοι σου ηκασι προς σε

47:6 ιδου η γη αιγυπτου εναντιον σου εστιν εν τη βελτιστη γη κατοικισον τον πατερα σου και τους αδελφους σου

47:7 εισηγαγεν δε ιωσηφ ιακωβ τον πατερα αυτου και εστησεν αυτον εναντιον φαραω και ευλογησεν ιακωβ τον φαραω

47:8 ειπεν δε φαραω τω ιακωβ ποσα ετη ημερων της ζωης σου

47:9 και ειπεν ιακωβ τω φαραω αι ημεραι των ετων της ζωης μου ας παροικω εκατον τριακοντα ετη μικραι και πονηραι γεγονασιν αι ημεραι των ετων της ζωης μου ουκ αφικοντο εις τας ημερας των ετων της ζωης των πατερων μου ας ημερας παρωκησαν

47:10 και ευλογησας ιακωβ τον φαραω εξηλθεν απ' αυτου

47:11 και κατωκισεν ιωσηφ τον πατερα και τους αδελφους αυτου και εδωκεν αυτοις κατασχεσιν εν γη αιγυπτου εν τη βελτιστη γη εν γη ραμεσση καθα προσεταξεν φαραω

47:12 και εσιτομετρει ιωσηφ τω πατρι και τοις αδελφοις αυτου και παντι τω οικω του πατρος αυτου σιτον κατα σωμα

47:13 σιτος δε ουκ ην εν παση τη γη ενισχυσεν γαρ ο λιμος σφοδρα εξελιπεν δε η γη αιγυπτου και η γη χανααν απο του λιμου

47:14 συνηγαγεν δε ιωσηφ παν το αργυριον το ευρεθεν εν γη αιγυπτου και εν γη χανααν του σιτου ου ηγοραζον και εσιτομετρει αυτοις και εισηνεγκεν ιωσηφ παν το αργυριον εις τον οικον φαραω

47:15 και εξελιπεν παν το αργυριον εκ γης αιγυπτου και εκ γης χανααν ηλθον δε παντες οι αιγυπτιοι προς ιωσηφ λεγοντες δος ημιν αρτους και ινα τι αποθνησκομεν εναντιον σου εκλελοιπεν γαρ το αργυριον ημων

47:16 ειπεν δε αυτοις ιωσηφ φερετε τα κτηνη υμων και δωσω υμιν αρτους αντι των κτηνων υμων ει εκλελοιπεν το αργυριον

47:17 ηγαγον δε τα κτηνη προς ιωσηφ και εδωκεν αυτοις ιωσηφ αρτους αντι των ιππων και αντι των προβατων και αντι των βοων και αντι των ονων και εξεθρεψεν αυτους εν αρτοις αντι παντων των κτηνων αυτων εν τω ενιαυτω εκεινω

47:18 εξηλθεν δε το ετος εκεινο και ηλθον προς αυτον εν τω ετει τω δευτερω και ειπαν αυτω μηποτε εκτριβωμεν απο του κυριου ημων ει γαρ εκλελοιπεν το αργυριον και τα υπαρχοντα και τα κτηνη προς σε τον κυριον και ουχ υπολειπεται ημιν εναντιον του κυριου ημων αλλ' η το ιδιον σωμα και η γη ημων

47:19 ινα ουν μη αποθανωμεν εναντιον σου και η γη ερημωθη κτησαι ημας και την γην ημων αντι αρτων και εσομεθα ημεις και η γη ημων παιδες φαραω δος σπερμα ινα σπειρωμεν και ζωμεν και μη αποθανωμεν και η γη ουκ ερημωθησεται

47:20 και εκτησατο ιωσηφ πασαν την γην των αιγυπτιων τω φαραω απεδοντο γαρ οι αιγυπτιοι την γην αυτων τω φαραω επεκρατησεν γαρ αυτων ο λιμος και εγενετο η γη φαραω

47:21 και τον λαον κατεδουλωσατο αυτω εις παιδας απ' ακρων οριων αιγυπτου εως των ακρων

47:22 χωρις της γης των ιερεων μονον ουκ εκτησατο ταυτην ιωσηφ εν δοσει γαρ εδωκεν δομα τοις ιερευσιν φαραω και ησθιον την δοσιν ην εδωκεν αυτοις φαραω δια τουτο ουκ απεδοντο την γην αυτων

47:23 ειπεν δε ιωσηφ πασι τοις αιγυπτιοις ιδου κεκτημαι υμας και την γην υμων σημερον τω φαραω λαβετε εαυτοις σπερμα και σπειρατε την γην

47:24 και εσται τα γενηματα αυτης δωσετε το πεμπτον μερος τω φαραω τα δε τεσσαρα μερη εσται υμιν αυτοις εις σπερμα τη γη και εις βρωσιν υμιν και πασιν τοις εν τοις οικοις υμων

47:25 και ειπαν σεσωκας ημας ευρομεν χαριν εναντιον του κυριου ημων και εσομεθα παιδες φαραω

47:26 και εθετο αυτοις ιωσηφ εις προσταγμα εως της ημερας ταυτης επι γην αιγυπτου τω φαραω αποπεμπτουν χωρις της γης των ιερεων μονον ουκ ην τω φαραω

47:27 κατωκησεν δε ισραηλ εν γη αιγυπτω επι της γης γεσεμ και εκληρονομησαν επ' αυτης και ηυξηθησαν και επληθυνθησαν σφοδρα

47:28 επεζησεν δε ιακωβ εν γη αιγυπτω δεκα επτα ετη εγενοντο δε αι ημεραι ιακωβ ενιαυτων της ζωης αυτου εκατον τεσσαρακοντα επτα ετη

47:29 ηγγισαν δε αι ημεραι ισραηλ του αποθανειν και εκαλεσεν τον υιον αυτου ιωσηφ και ειπεν αυτω ει ευρηκα χαριν εναντιον σου υποθες την χειρα σου υπο τον μηρον μου και ποιησεις επ' εμε ελεημοσυνην και αληθειαν του μη με θαψαι εν αιγυπτω

47:30 αλλα κοιμηθησομαι μετα των πατερων μου και αρεις με εξ αιγυπτου και θαψεις με εν τω ταφω αυτων ο δε ειπεν εγω ποιησω κατα το ρημα σου

47:31 ειπεν δε ομοσον μοι και ωμοσεν αυτω και προσεκυνησεν ισραηλ επι το ακρον της ραβδου αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase