HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Genesis 48

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50]

48:1 εγενετο δε μετα τα ρηματα ταυτα και απηγγελη τω ιωσηφ οτι ο πατηρ σου ενοχλειται και αναλαβων τους δυο υιους αυτου τον μανασση και τον εφραιμ ηλθεν προς ιακωβ

48:2 απηγγελη δε τω ιακωβ λεγοντες ιδου ο υιος σου ιωσηφ ερχεται προς σε και ενισχυσας ισραηλ εκαθισεν επι την κλινην

48:3 και ειπεν ιακωβ τω ιωσηφ ο θεος μου ωφθη μοι εν λουζα εν γη χανααν και ευλογησεν με

48:4 και ειπεν μοι ιδου εγω αυξανω σε και πληθυνω σε και ποιησω σε εις συναγωγας εθνων και δωσω σοι την γην ταυτην και τω σπερματι σου μετα σε εις κατασχεσιν αιωνιον

48:5 νυν ουν οι δυο υιοι σου οι γενομενοι σοι εν αιγυπτω προ του με ελθειν προς σε εις αιγυπτον εμοι εισιν εφραιμ και μανασση ως ρουβην και συμεων εσονται μοι

48:6 τα δε εκγονα α εαν γεννησης μετα ταυτα σοι εσονται επι τω ονοματι των αδελφων αυτων κληθησονται εν τοις εκεινων κληροις

48:7 εγω δε ηνικα ηρχομην εκ μεσοποταμιας της συριας απεθανεν ραχηλ η μητηρ σου εν γη χανααν εγγιζοντος μου κατα τον ιπποδρομον χαβραθα της γης του ελθειν εφραθα και κατωρυξα αυτην εν τη οδω του ιπποδρομου αυτη εστιν βαιθλεεμ

48:8 ιδων δε ισραηλ τους υιους ιωσηφ ειπεν τινες σοι ουτοι

48:9 ειπεν δε ιωσηφ τω πατρι αυτου υιοι μου εισιν ους εδωκεν μοι ο θεος ενταυθα και ειπεν ιακωβ προσαγαγε μοι αυτους ινα ευλογησω αυτους

48:10 οι δε οφθαλμοι ισραηλ εβαρυωπησαν απο του γηρους και ουκ ηδυνατο βλεπειν και ηγγισεν αυτους προς αυτον και εφιλησεν αυτους και περιελαβεν αυτους

48:11 και ειπεν ισραηλ προς ιωσηφ ιδου του προσωπου σου ουκ εστερηθην και ιδου εδειξεν μοι ο θεος και το σπερμα σου

48:12 και εξηγαγεν ιωσηφ αυτους απο των γονατων αυτου και προσεκυνησαν αυτω επι προσωπον επι της γης

48:13 λαβων δε ιωσηφ τους δυο υιους αυτου τον τε εφραιμ εν τη δεξια εξ αριστερων δε ισραηλ τον δε μανασση εν τη αριστερα εκ δεξιων δε ισραηλ ηγγισεν αυτους αυτω

48:14 εκτεινας δε ισραηλ την χειρα την δεξιαν επεβαλεν επι την κεφαλην εφραιμ ουτος δε ην ο νεωτερος και την αριστεραν επι την κεφαλην μανασση εναλλαξ τας χειρας

48:15 και ηυλογησεν αυτους και ειπεν ο θεος ω ευηρεστησαν οι πατερες μου εναντιον αυτου αβρααμ και ισαακ ο θεος ο τρεφων με εκ νεοτητος εως της ημερας ταυτης

48:16 ο αγγελος ο ρυομενος με εκ παντων των κακων ευλογησαι τα παιδια ταυτα και επικληθησεται εν αυτοις το ονομα μου και το ονομα των πατερων μου αβρααμ και ισαακ και πληθυνθειησαν εις πληθος πολυ επι της γης

48:17 ιδων δε ιωσηφ οτι επεβαλεν ο πατηρ την δεξιαν αυτου επι την κεφαλην εφραιμ βαρυ αυτω κατεφανη και αντελαβετο ιωσηφ της χειρος του πατρος αυτου αφελειν αυτην απο της κεφαλης εφραιμ επι την κεφαλην μανασση

48:18 ειπεν δε ιωσηφ τω πατρι αυτου ουχ ουτως πατερ ουτος γαρ ο πρωτοτοκος επιθες την δεξιαν σου επι την κεφαλην αυτου

48:19 και ουκ ηθελησεν αλλα ειπεν οιδα τεκνον οιδα και ουτος εσται εις λαον και ουτος υψωθησεται αλλα ο αδελφος αυτου ο νεωτερος μειζων αυτου εσται και το σπερμα αυτου εσται εις πληθος εθνων

48:20 και ευλογησεν αυτους εν τη ημερα εκεινη λεγων εν υμιν ευλογηθησεται ισραηλ λεγοντες ποιησαι σε ο θεος ως εφραιμ και ως μανασση και εθηκεν τον εφραιμ εμπροσθεν του μανασση

48:21 ειπεν δε ισραηλ τω ιωσηφ ιδου εγω αποθνησκω και εσται ο θεος μεθ' υμων και αποστρεψει υμας εις την γην των πατερων υμων

48:22 εγω δε διδωμι σοι σικιμα εξαιρετον υπερ τους αδελφους σου ην ελαβον εκ χειρος αμορραιων εν μαχαιρα μου και τοξω

 

Created with FREE HTMLCompiler by BibleDatabase