HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Genesis 49

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40] [41] [42] [43] [44] [45] [46] [47] [48] [49] [50]

49:1 εκαλεσεν δε ιακωβ τους υιους αυτου και ειπεν συναχθητε ινα αναγγειλω υμιν τι απαντησει υμιν επ' εσχατων των ημερων

49:2 αθροισθητε και ακουσατε υιοι ιακωβ ακουσατε ισραηλ του πατρος υμων

49:3 ρουβην πρωτοτοκος μου συ ισχυς μου και αρχη τεκνων μου σκληρος φερεσθαι και σκληρος αυθαδης

49:4 εξυβρισας ως υδωρ μη εκζεσης ανεβης γαρ επι την κοιτην του πατρος σου τοτε εμιανας την στρωμνην ου ανεβης

49:5 συμεων και λευι αδελφοι συνετελεσαν αδικιαν εξ αιρεσεως αυτων

49:6 εις βουλην αυτων μη ελθοι η ψυχη μου και επι τη συστασει αυτων μη ερεισαι τα ηπατα μου οτι εν τω θυμω αυτων απεκτειναν ανθρωπους και εν τη επιθυμια αυτων ενευροκοπησαν ταυρον

49:7 επικαταρατος ο θυμος αυτων οτι αυθαδης και η μηνις αυτων οτι εσκληρυνθη διαμεριω αυτους εν ιακωβ και διασπερω αυτους εν ισραηλ

49:8 ιουδα σε αινεσαισαν οι αδελφοι σου αι χειρες σου επι νωτου των εχθρων σου προσκυνησουσιν σοι οι υιοι του πατρος σου

49:9 σκυμνος λεοντος ιουδα εκ βλαστου υιε μου ανεβης αναπεσων εκοιμηθης ως λεων και ως σκυμνος τις εγερει αυτον

49:10 ουκ εκλειψει αρχων εξ ιουδα και ηγουμενος εκ των μηρων αυτου εως αν ελθη τα αποκειμενα αυτω και αυτος προσδοκια εθνων

49:11 δεσμευων προς αμπελον τον πωλον αυτου και τη ελικι τον πωλον της ονου αυτου πλυνει εν οινω την στολην αυτου και εν αιματι σταφυλης την περιβολην αυτου

49:12 χαροποι οι οφθαλμοι αυτου απο οινου και λευκοι οι οδοντες αυτου η γαλα

49:13 ζαβουλων παραλιος κατοικησει και αυτος παρ' ορμον πλοιων και παρατενει εως σιδωνος

49:14 ισσαχαρ το καλον επεθυμησεν αναπαυομενος ανα μεσον των κληρων

49:15 και ιδων την αναπαυσιν οτι καλη και την γην οτι πιων υπεθηκεν τον ωμον αυτου εις το πονειν και εγενηθη ανηρ γεωργος

49:16 δαν κρινει τον εαυτου λαον ωσει και μια φυλη εν ισραηλ

49:17 και γενηθητω δαν οφις εφ' οδου εγκαθημενος επι τριβου δακνων πτερναν ιππου και πεσειται ο ιππευς εις τα οπισω

49:18 την σωτηριαν περιμενω κυριου

49:19 γαδ πειρατηριον πειρατευσει αυτον αυτος δε πειρατευσει αυτων κατα ποδας

49:20 ασηρ πιων αυτου ο αρτος και αυτος δωσει τρυφην αρχουσιν

49:21 νεφθαλι στελεχος ανειμενον επιδιδους εν τω γενηματι καλλος

49:22 υιος ηυξημενος ιωσηφ υιος ηυξημενος ζηλωτος υιος μου νεωτατος προς με αναστρεψον

49:23 εις ον διαβουλευομενοι ελοιδορουν και ενειχον αυτω κυριοι τοξευματων

49:24 και συνετριβη μετα κρατους τα τοξα αυτων και εξελυθη τα νευρα βραχιονων χειρων αυτων δια χειρα δυναστου ιακωβ εκειθεν ο κατισχυσας ισραηλ

49:25 παρα θεου του πατρος σου και εβοηθησεν σοι ο θεος ο εμος και ευλογησεν σε ευλογιαν ουρανου ανωθεν και ευλογιαν γης εχουσης παντα ενεκεν ευλογιας μαστων και μητρας

49:26 ευλογιας πατρος σου και μητρος σου υπερισχυσεν επ' ευλογιαις ορεων μονιμων και επ' ευλογιαις θινων αεναων εσονται επι κεφαλην ιωσηφ και επι κορυφης ων ηγησατο αδελφων

49:27 βενιαμιν λυκος αρπαξ το πρωινον εδεται ετι και εις το εσπερας διαδωσει τροφην

49:28 παντες ουτοι υιοι ιακωβ δωδεκα και ταυτα ελαλησεν αυτοις ο πατηρ αυτων και ευλογησεν αυτους εκαστον κατα την ευλογιαν αυτου ευλογησεν αυτους

49:29 και ειπεν αυτοις εγω προστιθεμαι προς τον εμον λαον θαψατε με μετα των πατερων μου εν τω σπηλαιω ο εστιν εν τω αγρω εφρων του χετταιου

49:30 εν τω σπηλαιω τω διπλω τω απεναντι μαμβρη εν τη γη χανααν ο εκτησατο αβρααμ το σπηλαιον παρα εφρων του χετταιου εν κτησει μνημειου

49:31 εκει εθαψαν αβρααμ και σαρραν την γυναικα αυτου εκει εθαψαν ισαακ και ρεβεκκαν την γυναικα αυτου και εκει εθαψα λειαν

49:32 εν κτησει του αγρου και του σπηλαιου του οντος εν αυτω παρα των υιων χετ

49:33 και κατεπαυσεν ιακωβ επιτασσων τοις υιοις αυτου και εξαρας τους ποδας αυτου επι την κλινην εξελιπεν και προσετεθη προς τον λαον αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase