HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Exodus 2

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40]

2:1 ην δε τις εκ της φυλης λευι ος ελαβεν των θυγατερων λευι και εσχεν αυτην

2:2 και εν γαστρι ελαβεν και ετεκεν αρσεν ιδοντες δε αυτο αστειον εσκεπασαν αυτο μηνας τρεις

2:3 επει δε ουκ ηδυναντο αυτο ετι κρυπτειν ελαβεν αυτω η μητηρ αυτου θιβιν και κατεχρισεν αυτην ασφαλτοπισση και ενεβαλεν το παιδιον εις αυτην και εθηκεν αυτην εις το ελος παρα τον ποταμον

2:4 και κατεσκοπευεν η αδελφη αυτου μακροθεν μαθειν τι το αποβησομενον αυτω

2:5 κατεβη δε η θυγατηρ φαραω λουσασθαι επι τον ποταμον και αι αβραι αυτης παρεπορευοντο παρα τον ποταμον και ιδουσα την θιβιν εν τω ελει αποστειλασα την αβραν ανειλατο αυτην

2:6 ανοιξασα δε ορα παιδιον κλαιον εν τη θιβει και εφεισατο αυτου η θυγατηρ φαραω και εφη απο των παιδιων των εβραιων τουτο

2:7 και ειπεν η αδελφη αυτου τη θυγατρι φαραω θελεις καλεσω σοι γυναικα τροφευουσαν εκ των εβραιων και θηλασει σοι το παιδιον

2:8 η δε ειπεν αυτη η θυγατηρ φαραω πορευου ελθουσα δε η νεανις εκαλεσεν την μητερα του παιδιου

2:9 ειπεν δε προς αυτην η θυγατηρ φαραω διατηρησον μοι το παιδιον τουτο και θηλασον μοι αυτο εγω δε δωσω σοι τον μισθον ελαβεν δε η γυνη το παιδιον και εθηλαζεν αυτο

2:10 αδρυνθεντος δε του παιδιου εισηγαγεν αυτο προς την θυγατερα φαραω και εγενηθη αυτη εις υιον επωνομασεν δε το ονομα αυτου μωυσην λεγουσα εκ του υδατος αυτον ανειλομην

2:11 εγενετο δε εν ταις ημεραις ταις πολλαις εκειναις μεγας γενομενος μωυσης εξηλθεν προς τους αδελφους αυτου τους υιους ισραηλ κατανοησας δε τον πονον αυτων ορα ανθρωπον αιγυπτιον τυπτοντα τινα εβραιον των εαυτου αδελφων των υιων ισραηλ

2:12 περιβλεψαμενος δε ωδε και ωδε ουχ ορα ουδενα και παταξας τον αιγυπτιον εκρυψεν αυτον εν τη αμμω

2:13 εξελθων δε τη ημερα τη δευτερα ορα δυο ανδρας εβραιους διαπληκτιζομενους και λεγει τω αδικουντι δια τι συ τυπτεις τον πλησιον

2:14 ο δε ειπεν τις σε κατεστησεν αρχοντα και δικαστην εφ' ημων μη ανελειν με συ θελεις ον τροπον ανειλες εχθες τον αιγυπτιον εφοβηθη δε μωυσης και ειπεν ει ουτως εμφανες γεγονεν το ρημα τουτο

2:15 ηκουσεν δε φαραω το ρημα τουτο και εζητει ανελειν μωυσην ανεχωρησεν δε μωυσης απο προσωπου φαραω και ωκησεν εν γη μαδιαμ ελθων δε εις γην μαδιαμ εκαθισεν επι του φρεατος

2:16 τω δε ιερει μαδιαμ ησαν επτα θυγατερες ποιμαινουσαι τα προβατα του πατρος αυτων ιοθορ παραγενομεναι δε ηντλουν εως επλησαν τας δεξαμενας ποτισαι τα προβατα του πατρος αυτων ιοθορ

2:17 παραγενομενοι δε οι ποιμενες εξεβαλον αυτας αναστας δε μωυσης ερρυσατο αυτας και ηντλησεν αυταις και εποτισεν τα προβατα αυτων

2:18 παρεγενοντο δε προς ραγουηλ τον πατερα αυτων ο δε ειπεν αυταις τι οτι εταχυνατε του παραγενεσθαι σημερον

2:19 αι δε ειπαν ανθρωπος αιγυπτιος ερρυσατο ημας απο των ποιμενων και ηντλησεν ημιν και εποτισεν τα προβατα ημων

2:20 ο δε ειπεν ταις θυγατρασιν αυτου και που εστι και ινα τι ουτως καταλελοιπατε τον ανθρωπον καλεσατε ουν αυτον οπως φαγη αρτον

2:21 κατωκισθη δε μωυσης παρα τω ανθρωπω και εξεδοτο σεπφωραν την θυγατερα αυτου μωυση γυναικα

2:22 εν γαστρι δε λαβουσα η γυνη ετεκεν υιον και επωνομασεν μωυσης το ονομα αυτου γηρσαμ λεγων οτι παροικος ειμι εν γη αλλοτρια

2:23 μετα δε τας ημερας τας πολλας εκεινας ετελευτησεν ο βασιλευς αιγυπτου και κατεστεναξαν οι υιοι ισραηλ απο των εργων και ανεβοησαν και ανεβη η βοη αυτων προς τον θεον απο των εργων

2:24 και εισηκουσεν ο θεος τον στεναγμον αυτων και εμνησθη ο θεος της διαθηκης αυτου της προς αβρααμ και ισαακ και ιακωβ

2:25 και επειδεν ο θεος τους υιους ισραηλ και εγνωσθη αυτοις

 

Created with FREE HTMLCompiler by BibleDatabase