HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Exodus 3

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40]

3:1 και μωυσης ην ποιμαινων τα προβατα ιοθορ του γαμβρου αυτου του ιερεως μαδιαμ και ηγαγεν τα προβατα υπο την ερημον και ηλθεν εις το ορος χωρηβ

3:2 ωφθη δε αυτω αγγελος κυριου εν φλογι πυρος εκ του βατου και ορα οτι ο βατος καιεται πυρι ο δε βατος ου κατεκαιετο

3:3 ειπεν δε μωυσης παρελθων οψομαι το οραμα το μεγα τουτο τι οτι ου κατακαιεται ο βατος

3:4 ως δε ειδεν κυριος οτι προσαγει ιδειν εκαλεσεν αυτον κυριος εκ του βατου λεγων μωυση μωυση ο δε ειπεν τι εστιν

3:5 και ειπεν μη εγγισης ωδε λυσαι το υποδημα εκ των ποδων σου ο γαρ τοπος εν ω συ εστηκας γη αγια εστιν

3:6 και ειπεν αυτω εγω ειμι ο θεος του πατρος σου θεος αβρααμ και θεος ισαακ και θεος ιακωβ απεστρεψεν δε μωυσης το προσωπον αυτου ευλαβειτο γαρ κατεμβλεψαι ενωπιον του θεου

3:7 ειπεν δε κυριος προς μωυσην ιδων ειδον την κακωσιν του λαου μου του εν αιγυπτω και της κραυγης αυτων ακηκοα απο των εργοδιωκτων οιδα γαρ την οδυνην αυτων

3:8 και κατεβην εξελεσθαι αυτους εκ χειρος αιγυπτιων και εξαγαγειν αυτους εκ της γης εκεινης και εισαγαγειν αυτους εις γην αγαθην και πολλην εις γην ρεουσαν γαλα και μελι εις τον τοπον των χαναναιων και χετταιων και αμορραιων και φερεζαιων και γεργεσαιων και ευαιων και ιεβουσαιων

3:9 και νυν ιδου κραυγη των υιων ισραηλ ηκει προς με καγω εωρακα τον θλιμμον ον οι αιγυπτιοι θλιβουσιν αυτους

3:10 και νυν δευρο αποστειλω σε προς φαραω βασιλεα αιγυπτου και εξαξεις τον λαον μου τους υιους ισραηλ εκ γης αιγυπτου

3:11 και ειπεν μωυσης προς τον θεον τις ειμι οτι πορευσομαι προς φαραω βασιλεα αιγυπτου και οτι εξαξω τους υιους ισραηλ εκ γης αιγυπτου

3:12 ειπεν δε ο θεος μωυσει λεγων οτι εσομαι μετα σου και τουτο σοι το σημειον οτι εγω σε εξαποστελλω εν τω εξαγαγειν σε τον λαον μου εξ αιγυπτου και λατρευσετε τω θεω εν τω ορει τουτω

3:13 και ειπεν μωυσης προς τον θεον ιδου εγω ελευσομαι προς τους υιους ισραηλ και ερω προς αυτους ο θεος των πατερων υμων απεσταλκεν με προς υμας ερωτησουσιν με τι ονομα αυτω τι ερω προς αυτους

3:14 και ειπεν ο θεος προς μωυσην εγω ειμι ο ων και ειπεν ουτως ερεις τοις υιοις ισραηλ ο ων απεσταλκεν με προς υμας

3:15 και ειπεν ο θεος παλιν προς μωυσην ουτως ερεις τοις υιοις ισραηλ κυριος ο θεος των πατερων υμων θεος αβρααμ και θεος ισαακ και θεος ιακωβ απεσταλκεν με προς υμας τουτο μου εστιν ονομα αιωνιον και μνημοσυνον γενεων γενεαις

3:16 ελθων ουν συναγαγε την γερουσιαν των υιων ισραηλ και ερεις προς αυτους κυριος ο θεος των πατερων υμων ωπται μοι θεος αβρααμ και θεος ισαακ και θεος ιακωβ λεγων επισκοπη επεσκεμμαι υμας και οσα συμβεβηκεν υμιν εν αιγυπτω

3:17 και ειπον αναβιβασω υμας εκ της κακωσεως των αιγυπτιων εις την γην των χαναναιων και χετταιων και αμορραιων και φερεζαιων και γεργεσαιων και ευαιων και ιεβουσαιων εις γην ρεουσαν γαλα και μελι

3:18 και εισακουσονται σου της φωνης και εισελευση συ και η γερουσια ισραηλ προς φαραω βασιλεα αιγυπτου και ερεις προς αυτον ο θεος των εβραιων προσκεκληται ημας πορευσωμεθα ουν οδον τριων ημερων εις την ερημον ινα θυσωμεν τω θεω ημων

3:19 εγω δε οιδα οτι ου προησεται υμας φαραω βασιλευς αιγυπτου πορευθηναι εαν μη μετα χειρος κραταιας

3:20 και εκτεινας την χειρα παταξω τους αιγυπτιους εν πασι τοις θαυμασιοις μου οις ποιησω εν αυτοις και μετα ταυτα εξαποστελει υμας

3:21 και δωσω χαριν τω λαω τουτω εναντιον των αιγυπτιων οταν δε αποτρεχητε ουκ απελευσεσθε κενοι

3:22 αιτησει γυνη παρα γειτονος και συσκηνου αυτης σκευη αργυρα και χρυσα και ιματισμον και επιθησετε επι τους υιους υμων και επι τας θυγατερας υμων και σκυλευσετε τους αιγυπτιους

 

Created with FREE HTMLCompiler by BibleDatabase