HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Exodus 5

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40]

5:1 και μετα ταυτα εισηλθεν μωυσης και ααρων προς φαραω και ειπαν αυτω ταδε λεγει κυριος ο θεος ισραηλ εξαποστειλον τον λαον μου ινα μοι εορτασωσιν εν τη ερημω

5:2 και ειπεν φαραω τις εστιν ου εισακουσομαι της φωνης αυτου ωστε εξαποστειλαι τους υιους ισραηλ ουκ οιδα τον κυριον και τον ισραηλ ουκ εξαποστελλω

5:3 και λεγουσιν αυτω ο θεος των εβραιων προσκεκληται ημας πορευσομεθα ουν οδον τριων ημερων εις την ερημον οπως θυσωμεν τω θεω ημων μηποτε συναντηση ημιν θανατος η φονος

5:4 και ειπεν αυτοις ο βασιλευς αιγυπτου ινα τι μωυση και ααρων διαστρεφετε τον λαον μου απο των εργων απελθατε εκαστος υμων προς τα εργα αυτου

5:5 και ειπεν φαραω ιδου νυν πολυπληθει ο λαος μη ουν καταπαυσωμεν αυτους απο των εργων

5:6 συνεταξεν δε φαραω τοις εργοδιωκταις του λαου και τοις γραμματευσιν λεγων

5:7 ουκετι προστεθησεται διδοναι αχυρον τω λαω εις την πλινθουργιαν καθαπερ εχθες και τριτην ημεραν αυτοι πορευεσθωσαν και συναγαγετωσαν εαυτοις αχυρα

5:8 και την συνταξιν της πλινθειας ης αυτοι ποιουσιν καθ' εκαστην ημεραν επιβαλεις αυτοις ουκ αφελεις ουδεν σχολαζουσιν γαρ δια τουτο κεκραγασιν λεγοντες πορευθωμεν και θυσωμεν τω θεω ημων

5:9 βαρυνεσθω τα εργα των ανθρωπων τουτων και μεριμνατωσαν ταυτα και μη μεριμνατωσαν εν λογοις κενοις

5:10 κατεσπευδον δε αυτους οι εργοδιωκται και οι γραμματεις και ελεγον προς τον λαον λεγοντες ταδε λεγει φαραω ουκετι διδωμι υμιν αχυρα

5:11 αυτοι υμεις πορευομενοι συλλεγετε εαυτοις αχυρα οθεν εαν ευρητε ου γαρ αφαιρειται απο της συνταξεως υμων ουθεν

5:12 και διεσπαρη ο λαος εν ολη αιγυπτω συναγαγειν καλαμην εις αχυρα

5:13 οι δε εργοδιωκται κατεσπευδον αυτους λεγοντες συντελειτε τα εργα τα καθηκοντα καθ' ημεραν καθαπερ και οτε το αχυρον εδιδοτο υμιν

5:14 και εμαστιγωθησαν οι γραμματεις του γενους των υιων ισραηλ οι κατασταθεντες επ' αυτους υπο των επιστατων του φαραω λεγοντες δια τι ου συνετελεσατε τας συνταξεις υμων της πλινθειας καθαπερ εχθες και τριτην ημεραν και το της σημερον

5:15 εισελθοντες δε οι γραμματεις των υιων ισραηλ κατεβοησαν προς φαραω λεγοντες ινα τι ουτως ποιεις τοις σοις οικεταις

5:16 αχυρον ου διδοται τοις οικεταις σου και την πλινθον ημιν λεγουσιν ποιειν και ιδου οι παιδες σου μεμαστιγωνται αδικησεις ουν τον λαον σου

5:17 και ειπεν αυτοις σχολαζετε σχολασται εστε δια τουτο λεγετε πορευθωμεν θυσωμεν τω θεω ημων

5:18 νυν ουν πορευθεντες εργαζεσθε το γαρ αχυρον ου δοθησεται υμιν και την συνταξιν της πλινθειας αποδωσετε

5:19 εωρων δε οι γραμματεις των υιων ισραηλ εαυτους εν κακοις λεγοντες ουκ απολειψετε της πλινθειας το καθηκον τη ημερα

5:20 συνηντησαν δε μωυση και ααρων ερχομενοις εις συναντησιν αυτοις εκπορευομενων αυτων απο φαραω

5:21 και ειπαν αυτοις ιδοι ο θεος υμας και κριναι οτι εβδελυξατε την οσμην ημων εναντιον φαραω και εναντιον των θεραποντων αυτου δουναι ρομφαιαν εις τας χειρας αυτου αποκτειναι ημας

5:22 επεστρεψεν δε μωυσης προς κυριον και ειπεν κυριε δια τι εκακωσας τον λαον τουτον και ινα τι απεσταλκας με

5:23 και αφ' ου πεπορευμαι προς φαραω λαλησαι επι τω σω ονοματι εκακωσεν τον λαον τουτον και ουκ ερρυσω τον λαον σου

 

Created with FREE HTMLCompiler by BibleDatabase