HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Exodus 10

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40]

10:1 ειπεν δε κυριος προς μωυσην λεγων εισελθε προς φαραω εγω γαρ εσκληρυνα αυτου την καρδιαν και των θεραποντων αυτου ινα εξης επελθη τα σημεια ταυτα επ' αυτους

10:2 οπως διηγησησθε εις τα ωτα των τεκνων υμων και τοις τεκνοις των τεκνων υμων οσα εμπεπαιχα τοις αιγυπτιοις και τα σημεια μου α εποιησα εν αυτοις και γνωσεσθε οτι εγω κυριος

10:3 εισηλθεν δε μωυσης και ααρων εναντιον φαραω και ειπαν αυτω ταδε λεγει κυριος ο θεος των εβραιων εως τινος ου βουλει εντραπηναι με εξαποστειλον τον λαον μου ινα λατρευσωσιν μοι

10:4 εαν δε μη θελης συ εξαποστειλαι τον λαον μου ιδου εγω επαγω ταυτην την ωραν αυριον ακριδα πολλην επι παντα τα ορια σου

10:5 και καλυψει την οψιν της γης και ου δυνηση κατιδειν την γην και κατεδεται παν το περισσον της γης το καταλειφθεν ο κατελιπεν υμιν η χαλαζα και κατεδεται παν ξυλον το φυομενον υμιν επι της γης

10:6 και πλησθησονται σου αι οικιαι και αι οικιαι των θεραποντων σου και πασαι αι οικιαι εν παση γη των αιγυπτιων α ουδεποτε εωρακασιν οι πατερες σου ουδε οι προπαπποι αυτων αφ' ης ημερας γεγονασιν επι της γης εως της ημερας ταυτης και εκκλινας μωυσης εξηλθεν απο φαραω

10:7 και λεγουσιν οι θεραποντες φαραω προς αυτον εως τινος εσται τουτο ημιν σκωλον εξαποστειλον τους ανθρωπους οπως λατρευσωσιν τω θεω αυτων η ειδεναι βουλει οτι απολωλεν αιγυπτος

10:8 και απεστρεψαν τον τε μωυσην και ααρων προς φαραω και ειπεν αυτοις πορευεσθε και λατρευσατε τω θεω υμων τινες δε και τινες εισιν οι πορευομενοι

10:9 και λεγει μωυσης συν τοις νεανισκοις και πρεσβυτεροις πορευσομεθα συν τοις υιοις και θυγατρασιν και προβατοις και βουσιν ημων εστιν γαρ εορτη κυριου του θεου ημων

10:10 και ειπεν προς αυτους εστω ουτως κυριος μεθ' υμων καθοτι αποστελλω υμας μη και την αποσκευην υμων ιδετε οτι πονηρια προκειται υμιν

10:11 μη ουτως πορευεσθωσαν δε οι ανδρες και λατρευσατε τω θεω τουτο γαρ αυτοι ζητειτε εξεβαλον δε αυτους απο προσωπου φαραω

10:12 ειπεν δε κυριος προς μωυσην εκτεινον την χειρα επι γην αιγυπτου και αναβητω ακρις επι την γην και κατεδεται πασαν βοτανην της γης και παντα τον καρπον των ξυλων ον υπελιπετο η χαλαζα

10:13 και επηρεν μωυσης την ραβδον εις τον ουρανον και κυριος επηγαγεν ανεμον νοτον επι την γην ολην την ημεραν εκεινην και ολην την νυκτα το πρωι εγενηθη και ο ανεμος ο νοτος ανελαβεν την ακριδα

10:14 και ανηγαγεν αυτην επι πασαν γην αιγυπτου και κατεπαυσεν επι παντα τα ορια αιγυπτου πολλη σφοδρα προτερα αυτης ου γεγονεν τοιαυτη ακρις και μετα ταυτα ουκ εσται ουτως

10:15 και εκαλυψεν την οψιν της γης και εφθαρη η γη και κατεφαγεν πασαν βοτανην της γης και παντα τον καρπον των ξυλων ος υπελειφθη απο της χαλαζης ουχ υπελειφθη χλωρον ουδεν εν τοις ξυλοις και εν παση βοτανη του πεδιου εν παση γη αιγυπτου

10:16 κατεσπευδεν δε φαραω καλεσαι μωυσην και ααρων λεγων ημαρτηκα εναντιον κυριου του θεου υμων και εις υμας

10:17 προσδεξασθε ουν μου την αμαρτιαν ετι νυν και προσευξασθε προς κυριον τον θεον υμων και περιελετω απ' εμου τον θανατον τουτον

10:18 εξηλθεν δε μωυσης απο φαραω και ηυξατο προς τον θεον

10:19 και μετεβαλεν κυριος ανεμον απο θαλασσης σφοδρον και ανελαβεν την ακριδα και ενεβαλεν αυτην εις την ερυθραν θαλασσαν και ουχ υπελειφθη ακρις μια εν παση γη αιγυπτου

10:20 και εσκληρυνεν κυριος την καρδιαν φαραω και ουκ εξαπεστειλεν τους υιους ισραηλ

10:21 ειπεν δε κυριος προς μωυσην εκτεινον την χειρα σου εις τον ουρανον και γενηθητω σκοτος επι γην αιγυπτου ψηλαφητον σκοτος

10:22 εξετεινεν δε μωυσης την χειρα εις τον ουρανον και εγενετο σκοτος γνοφος θυελλα επι πασαν γην αιγυπτου τρεις ημερας

10:23 και ουκ ειδεν ουδεις τον αδελφον αυτου τρεις ημερας και ουκ εξανεστη ουδεις εκ της κοιτης αυτου τρεις ημερας πασι δε τοις υιοις ισραηλ ην φως εν πασιν οις κατεγινοντο

10:24 και εκαλεσεν φαραω μωυσην και ααρων λεγων βαδιζετε λατρευσατε κυριω τω θεω υμων πλην των προβατων και των βοων υπολιπεσθε και η αποσκευη υμων αποτρεχετω μεθ' υμων

10:25 και ειπεν μωυσης αλλα και συ δωσεις ημιν ολοκαυτωματα και θυσιας α ποιησομεν κυριω τω θεω ημων

10:26 και τα κτηνη ημων πορευσεται μεθ' ημων και ουχ υπολειψομεθα οπλην απ' αυτων γαρ λημψομεθα λατρευσαι κυριω τω θεω ημων ημεις δε ουκ οιδαμεν τι λατρευσωμεν κυριω τω θεω ημων εως του ελθειν ημας εκει

10:27 εσκληρυνεν δε κυριος την καρδιαν φαραω και ουκ εβουληθη εξαποστειλαι αυτους

10:28 και λεγει φαραω απελθε απ' εμου προσεχε σεαυτω ετι προσθειναι ιδειν μου το προσωπον η δ' αν ημερα οφθης μοι αποθανη

10:29 λεγει δε μωυσης ειρηκας ουκετι οφθησομαι σοι εις προσωπον

 

Created with FREE HTMLCompiler by BibleDatabase