HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Exodus 16

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40]

16:1 απηραν δε εξ αιλιμ και ηλθοσαν πασα συναγωγη υιων ισραηλ εις την ερημον σιν ο εστιν ανα μεσον αιλιμ και ανα μεσον σινα τη δε πεντεκαιδεκατη ημερα τω μηνι τω δευτερω εξεληλυθοτων αυτων εκ γης αιγυπτου

16:2 διεγογγυζεν πασα συναγωγη υιων ισραηλ επι μωυσην και ααρων

16:3 και ειπαν προς αυτους οι υιοι ισραηλ οφελον απεθανομεν πληγεντες υπο κυριου εν γη αιγυπτω οταν εκαθισαμεν επι των λεβητων των κρεων και ησθιομεν αρτους εις πλησμονην οτι εξηγαγετε ημας εις την ερημον ταυτην αποκτειναι πασαν την συναγωγην ταυτην εν λιμω

16:4 ειπεν δε κυριος προς μωυσην ιδου εγω υω υμιν αρτους εκ του ουρανου και εξελευσεται ο λαος και συλλεξουσιν το της ημερας εις ημεραν οπως πειρασω αυτους ει πορευσονται τω νομω μου η ου

16:5 και εσται τη ημερα τη εκτη και ετοιμασουσιν ο εαν εισενεγκωσιν και εσται διπλουν ο εαν συναγαγωσιν το καθ' ημεραν εις ημεραν

16:6 και ειπεν μωυσης και ααρων προς πασαν συναγωγην υιων ισραηλ εσπερας γνωσεσθε οτι κυριος εξηγαγεν υμας εκ γης αιγυπτου

16:7 και πρωι οψεσθε την δοξαν κυριου εν τω εισακουσαι τον γογγυσμον υμων επι τω θεω ημεις δε τι εσμεν οτι διαγογγυζετε καθ' ημων

16:8 και ειπεν μωυσης εν τω διδοναι κυριον υμιν εσπερας κρεα φαγειν και αρτους το πρωι εις πλησμονην δια το εισακουσαι κυριον τον γογγυσμον υμων ον υμεις διαγογγυζετε καθ' ημων ημεις δε τι εσμεν ου γαρ καθ' ημων ο γογγυσμος υμων εστιν αλλ' η κατα του θεου

16:9 ειπεν δε μωυσης προς ααρων ειπον παση συναγωγη υιων ισραηλ προσελθατε εναντιον του θεου εισακηκοεν γαρ υμων τον γογγυσμον

16:10 ηνικα δε ελαλει ααρων παση συναγωγη υιων ισραηλ και επεστραφησαν εις την ερημον και η δοξα κυριου ωφθη εν νεφελη

16:11 και ελαλησεν κυριος προς μωυσην λεγων

16:12 εισακηκοα τον γογγυσμον των υιων ισραηλ λαλησον προς αυτους λεγων το προς εσπεραν εδεσθε κρεα και το πρωι πλησθησεσθε αρτων και γνωσεσθε οτι εγω κυριος ο θεος υμων

16:13 εγενετο δε εσπερα και ανεβη ορτυγομητρα και εκαλυψεν την παρεμβολην το πρωι εγενετο καταπαυομενης της δροσου κυκλω της παρεμβολης

16:14 και ιδου επι προσωπον της ερημου λεπτον ωσει κοριον λευκον ωσει παγος επι της γης

16:15 ιδοντες δε αυτο οι υιοι ισραηλ ειπαν ετερος τω ετερω τι εστιν τουτο ου γαρ ηδεισαν τι ην ειπεν δε μωυσης προς αυτους ουτος ο αρτος ον εδωκεν κυριος υμιν φαγειν

16:16 τουτο το ρημα ο συνεταξεν κυριος συναγαγετε απ' αυτου εκαστος εις τους καθηκοντας γομορ κατα κεφαλην κατα αριθμον ψυχων υμων εκαστος συν τοις συσκηνιοις υμων συλλεξατε

16:17 εποιησαν δε ουτως οι υιοι ισραηλ και συνελεξαν ο το πολυ και ο το ελαττον

16:18 και μετρησαντες τω γομορ ουκ επλεονασεν ο το πολυ και ο το ελαττον ουκ ηλαττονησεν εκαστος εις τους καθηκοντας παρ' εαυτω συνελεξαν

16:19 ειπεν δε μωυσης προς αυτους μηδεις καταλιπετω απ' αυτου εις το πρωι

16:20 και ουκ εισηκουσαν μωυση αλλα κατελιπον τινες απ' αυτου εις το πρωι και εξεζεσεν σκωληκας και επωζεσεν και επικρανθη επ' αυτοις μωυσης

16:21 και συνελεξαν αυτο πρωι πρωι εκαστος το καθηκον αυτω ηνικα δε διεθερμαινεν ο ηλιος ετηκετο

16:22 εγενετο δε τη ημερα τη εκτη συνελεξαν τα δεοντα διπλα δυο γομορ τω ενι εισηλθοσαν δε παντες οι αρχοντες της συναγωγης και ανηγγειλαν μωυσει

16:23 ειπεν δε μωυσης προς αυτους τουτο το ρημα εστιν ο ελαλησεν κυριος σαββατα αναπαυσις αγια τω κυριω αυριον οσα εαν πεσσητε πεσσετε και οσα εαν εψητε εψετε και παν το πλεοναζον καταλιπετε αυτο εις αποθηκην εις το πρωι

16:24 και κατελιποσαν απ' αυτου εις το πρωι καθαπερ συνεταξεν αυτοις μωυσης και ουκ επωζεσεν ουδε σκωληξ εγενετο εν αυτω

16:25 ειπεν δε μωυσης φαγετε σημερον εστιν γαρ σαββατα σημερον τω κυριω ουχ ευρεθησεται εν τω πεδιω

16:26 εξ ημερας συλλεξετε τη δε ημερα τη εβδομη σαββατα οτι ουκ εσται εν αυτη

16:27 εγενετο δε εν τη ημερα τη εβδομη εξηλθοσαν τινες εκ του λαου συλλεξαι και ουχ ευρον

16:28 ειπεν δε κυριος προς μωυσην εως τινος ου βουλεσθε εισακουειν τας εντολας μου και τον νομον μου

16:29 ιδετε ο γαρ κυριος εδωκεν υμιν την ημεραν ταυτην τα σαββατα δια τουτο αυτος εδωκεν υμιν τη ημερα τη εκτη αρτους δυο ημερων καθησεσθε εκαστος εις τους οικους υμων μηδεις εκπορευεσθω εκ του τοπου αυτου τη ημερα τη εβδομη

16:30 και εσαββατισεν ο λαος τη ημερα τη εβδομη

16:31 και επωνομασαν οι υιοι ισραηλ το ονομα αυτου μαν ην δε ως σπερμα κοριου λευκον το δε γευμα αυτου ως εγκρις εν μελιτι

16:32 ειπεν δε μωυσης τουτο το ρημα ο συνεταξεν κυριος πλησατε το γομορ του μαν εις αποθηκην εις τας γενεας υμων ινα ιδωσιν τον αρτον ον εφαγετε υμεις εν τη ερημω ως εξηγαγεν υμας κυριος εκ γης αιγυπτου

16:33 και ειπεν μωυσης προς ααρων λαβε σταμνον χρυσουν ενα και εμβαλε εις αυτον πληρες το γομορ του μαν και αποθησεις αυτο εναντιον του θεου εις διατηρησιν εις τας γενεας υμων

16:34 ον τροπον συνεταξεν κυριος τω μωυση και απεθετο ααρων εναντιον του μαρτυριου εις διατηρησιν

16:35 οι δε υιοι ισραηλ εφαγον το μαν ετη τεσσαρακοντα εως ηλθον εις γην οικουμενην το μαν εφαγοσαν εως παρεγενοντο εις μερος της φοινικης

16:36 το δε γομορ το δεκατον των τριων μετρων ην

 

Created with FREE HTMLCompiler by BibleDatabase