HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Exodus 18

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40]

18:1 ηκουσεν δε ιοθορ ο ιερευς μαδιαμ ο γαμβρος μωυση παντα οσα εποιησεν κυριος ισραηλ τω εαυτου λαω εξηγαγεν γαρ κυριος τον ισραηλ εξ αιγυπτου

18:2 ελαβεν δε ιοθορ ο γαμβρος μωυση σεπφωραν την γυναικα μωυση μετα την αφεσιν αυτης

18:3 και τους δυο υιους αυτου ονομα τω ενι αυτων γηρσαμ λεγων παροικος ημην εν γη αλλοτρια

18:4 και το ονομα του δευτερου ελιεζερ λεγων ο γαρ θεος του πατρος μου βοηθος μου και εξειλατο με εκ χειρος φαραω

18:5 και εξηλθεν ιοθορ ο γαμβρος μωυση και οι υιοι και η γυνη προς μωυσην εις την ερημον ου παρενεβαλεν επ' ορους του θεου

18:6 ανηγγελη δε μωυσει λεγοντες ιδου ο γαμβρος σου ιοθορ παραγινεται προς σε και η γυνη και οι δυο υιοι σου μετ' αυτου

18:7 εξηλθεν δε μωυσης εις συναντησιν τω γαμβρω αυτου και προσεκυνησεν αυτω και εφιλησεν αυτον και ησπασαντο αλληλους και εισηγαγεν αυτον εις την σκηνην

18:8 και διηγησατο μωυσης τω γαμβρω παντα οσα εποιησεν κυριος τω φαραω και τοις αιγυπτιοις ενεκεν του ισραηλ και παντα τον μοχθον τον γενομενον αυτοις εν τη οδω και οτι εξειλατο αυτους κυριος εκ χειρος φαραω και εκ χειρος των αιγυπτιων

18:9 εξεστη δε ιοθορ επι πασι τοις αγαθοις οις εποιησεν αυτοις κυριος οτι εξειλατο αυτους εκ χειρος αιγυπτιων και εκ χειρος φαραω

18:10 και ειπεν ιοθορ ευλογητος κυριος οτι εξειλατο τον λαον αυτου εκ χειρος αιγυπτιων και εκ χειρος φαραω

18:11 νυν εγνων οτι μεγας κυριος παρα παντας τους θεους ενεκεν τουτου οτι επεθεντο αυτοις

18:12 και ελαβεν ιοθορ ο γαμβρος μωυση ολοκαυτωματα και θυσιας τω θεω παρεγενετο δε ααρων και παντες οι πρεσβυτεροι ισραηλ συμφαγειν αρτον μετα του γαμβρου μωυση εναντιον του θεου

18:13 και εγενετο μετα την επαυριον συνεκαθισεν μωυσης κρινειν τον λαον παρειστηκει δε πας ο λαος μωυσει απο πρωιθεν εως εσπερας

18:14 και ιδων ιοθορ παντα οσα εποιει τω λαω λεγει τι τουτο ο συ ποιεις τω λαω δια τι συ καθησαι μονος πας δε ο λαος παρεστηκεν σοι απο πρωιθεν εως δειλης

18:15 και λεγει μωυσης τω γαμβρω οτι παραγινεται προς με ο λαος εκζητησαι κρισιν παρα του θεου

18:16 οταν γαρ γενηται αυτοις αντιλογια και ελθωσι προς με διακρινω εκαστον και συμβιβαζω αυτους τα προσταγματα του θεου και τον νομον αυτου

18:17 ειπεν δε ο γαμβρος μωυση προς αυτον ουκ ορθως συ ποιεις το ρημα τουτο

18:18 φθορα καταφθαρηση ανυπομονητω και συ και πας ο λαος ουτος ος εστιν μετα σου βαρυ σοι το ρημα τουτο ου δυνηση ποιειν μονος

18:19 νυν ουν ακουσον μου και συμβουλευσω σοι και εσται ο θεος μετα σου γινου συ τω λαω τα προς τον θεον και ανοισεις τους λογους αυτων προς τον θεον

18:20 και διαμαρτυρη αυτοις τα προσταγματα του θεου και τον νομον αυτου και σημανεις αυτοις τας οδους εν αις πορευσονται εν αυταις και τα εργα α ποιησουσιν

18:21 και συ σεαυτω σκεψαι απο παντος του λαου ανδρας δυνατους θεοσεβεις ανδρας δικαιους μισουντας υπερηφανιαν και καταστησεις αυτους επ' αυτων χιλιαρχους και εκατονταρχους και πεντηκονταρχους και δεκαδαρχους

18:22 και κρινουσιν τον λαον πασαν ωραν το δε ρημα το υπερογκον ανοισουσιν επι σε τα δε βραχεα των κριματων κρινουσιν αυτοι και κουφιουσιν απο σου και συναντιλημψονται σοι

18:23 εαν το ρημα τουτο ποιησης κατισχυσει σε ο θεος και δυνηση παραστηναι και πας ο λαος ουτος εις τον εαυτου τοπον μετ' ειρηνης ηξει

18:24 ηκουσεν δε μωυσης της φωνης του γαμβρου και εποιησεν οσα αυτω ειπεν

18:25 και επελεξεν μωυσης ανδρας δυνατους απο παντος ισραηλ και εποιησεν αυτους επ' αυτων χιλιαρχους και εκατονταρχους και πεντηκονταρχους και δεκαδαρχους

18:26 και εκρινοσαν τον λαον πασαν ωραν παν δε ρημα υπερογκον ανεφεροσαν επι μωυσην παν δε ρημα ελαφρον εκρινοσαν αυτοι

18:27 εξαπεστειλεν δε μωυσης τον εαυτου γαμβρον και απηλθεν εις την γην αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase