HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Exodus 19

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40]

19:1 του δε μηνος του τριτου της εξοδου των υιων ισραηλ εκ γης αιγυπτου τη ημερα ταυτη ηλθοσαν εις την ερημον του σινα

19:2 και εξηραν εκ ραφιδιν και ηλθοσαν εις την ερημον του σινα και παρενεβαλεν εκει ισραηλ κατεναντι του ορους

19:3 και μωυσης ανεβη εις το ορος του θεου και εκαλεσεν αυτον ο θεος εκ του ορους λεγων ταδε ερεις τω οικω ιακωβ και αναγγελεις τοις υιοις ισραηλ

19:4 αυτοι εωρακατε οσα πεποιηκα τοις αιγυπτιοις και ανελαβον υμας ωσει επι πτερυγων αετων και προσηγαγομην υμας προς εμαυτον

19:5 και νυν εαν ακοη ακουσητε της εμης φωνης και φυλαξητε την διαθηκην μου εσεσθε μοι λαος περιουσιος απο παντων των εθνων εμη γαρ εστιν πασα η γη

19:6 υμεις δε εσεσθε μοι βασιλειον ιερατευμα και εθνος αγιον ταυτα τα ρηματα ερεις τοις υιοις ισραηλ

19:7 ηλθεν δε μωυσης και εκαλεσεν τους πρεσβυτερους του λαου και παρεθηκεν αυτοις παντας τους λογους τουτους ους συνεταξεν αυτω ο θεος

19:8 απεκριθη δε πας ο λαος ομοθυμαδον και ειπαν παντα οσα ειπεν ο θεος ποιησομεν και ακουσομεθα ανηνεγκεν δε μωυσης τους λογους του λαου προς τον θεον

19:9 ειπεν δε κυριος προς μωυσην ιδου εγω παραγινομαι προς σε εν στυλω νεφελης ινα ακουση ο λαος λαλουντος μου προς σε και σοι πιστευσωσιν εις τον αιωνα ανηγγειλεν δε μωυσης τα ρηματα του λαου προς κυριον

19:10 ειπεν δε κυριος προς μωυσην καταβας διαμαρτυραι τω λαω και αγνισον αυτους σημερον και αυριον και πλυνατωσαν τα ιματια

19:11 και εστωσαν ετοιμοι εις την ημεραν την τριτην τη γαρ ημερα τη τριτη καταβησεται κυριος επι το ορος το σινα εναντιον παντος του λαου

19:12 και αφοριεις τον λαον κυκλω λεγων προσεχετε εαυτοις του αναβηναι εις το ορος και θιγειν τι αυτου πας ο αψαμενος του ορους θανατω τελευτησει

19:13 ουχ αψεται αυτου χειρ εν γαρ λιθοις λιθοβοληθησεται η βολιδι κατατοξευθησεται εαν τε κτηνος εαν τε ανθρωπος ου ζησεται οταν αι φωναι και αι σαλπιγγες και η νεφελη απελθη απο του ορους εκεινοι αναβησονται επι το ορος

19:14 κατεβη δε μωυσης εκ του ορους προς τον λαον και ηγιασεν αυτους και επλυναν τα ιματια

19:15 και ειπεν τω λαω γινεσθε ετοιμοι τρεις ημερας μη προσελθητε γυναικι

19:16 εγενετο δε τη ημερα τη τριτη γενηθεντος προς ορθρον και εγινοντο φωναι και αστραπαι και νεφελη γνοφωδης επ' ορους σινα φωνη της σαλπιγγος ηχει μεγα και επτοηθη πας ο λαος ο εν τη παρεμβολη

19:17 και εξηγαγεν μωυσης τον λαον εις συναντησιν του θεου εκ της παρεμβολης και παρεστησαν υπο το ορος

19:18 το δε ορος το σινα εκαπνιζετο ολον δια το καταβεβηκεναι επ' αυτο τον θεον εν πυρι και ανεβαινεν ο καπνος ως καπνος καμινου και εξεστη πας ο λαος σφοδρα

19:19 εγινοντο δε αι φωναι της σαλπιγγος προβαινουσαι ισχυροτεραι σφοδρα μωυσης ελαλει ο δε θεος απεκρινατο αυτω φωνη

19:20 κατεβη δε κυριος επι το ορος το σινα επι την κορυφην του ορους και εκαλεσεν κυριος μωυσην επι την κορυφην του ορους και ανεβη μωυσης

19:21 και ειπεν ο θεος προς μωυσην λεγων καταβας διαμαρτυραι τω λαω μηποτε εγγισωσιν προς τον θεον κατανοησαι και πεσωσιν εξ αυτων πληθος

19:22 και οι ιερεις οι εγγιζοντες κυριω τω θεω αγιασθητωσαν μηποτε απαλλαξη απ' αυτων κυριος

19:23 και ειπεν μωυσης προς τον θεον ου δυνησεται ο λαος προσαναβηναι προς το ορος το σινα συ γαρ διαμεμαρτυρησαι ημιν λεγων αφορισαι το ορος και αγιασαι αυτο

19:24 ειπεν δε αυτω κυριος βαδιζε καταβηθι και αναβηθι συ και ααρων μετα σου οι δε ιερεις και ο λαος μη βιαζεσθωσαν αναβηναι προς τον θεον μηποτε απολεση απ' αυτων κυριος

19:25 κατεβη δε μωυσης προς τον λαον και ειπεν αυτοις

 

Created with FREE HTMLCompiler by BibleDatabase