HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Exodus 20

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40]

20:1 και ελαλησεν κυριος παντας τους λογους τουτους λεγων

20:2 εγω ειμι κυριος ο θεος σου οστις εξηγαγον σε εκ γης αιγυπτου εξ οικου δουλειας

20:3 ουκ εσονται σοι θεοι ετεροι πλην εμου

20:4 ου ποιησεις σεαυτω ειδωλον ουδε παντος ομοιωμα οσα εν τω ουρανω ανω και οσα εν τη γη κατω και οσα εν τοις υδασιν υποκατω της γης

20:5 ου προσκυνησεις αυτοις ουδε μη λατρευσης αυτοις εγω γαρ ειμι κυριος ο θεος σου θεος ζηλωτης αποδιδους αμαρτιας πατερων επι τεκνα εως τριτης και τεταρτης γενεας τοις μισουσιν με

20:6 και ποιων ελεος εις χιλιαδας τοις αγαπωσιν με και τοις φυλασσουσιν τα προσταγματα μου

20:7 ου λημψη το ονομα κυριου του θεου σου επι ματαιω ου γαρ μη καθαριση κυριος τον λαμβανοντα το ονομα αυτου επι ματαιω

20:8 μνησθητι την ημεραν των σαββατων αγιαζειν αυτην

20:9 εξ ημερας εργα και ποιησεις παντα τα εργα σου

20:10 τη δε ημερα τη εβδομη σαββατα κυριω τω θεω σου ου ποιησεις εν αυτη παν εργον συ και ο υιος σου και η θυγατηρ σου ο παις σου και η παιδισκη σου ο βους σου και το υποζυγιον σου και παν κτηνος σου και ο προσηλυτος ο παροικων εν σοι

20:11 εν γαρ εξ ημεραις εποιησεν κυριος τον ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοις και κατεπαυσεν τη ημερα τη εβδομη δια τουτο ευλογησεν κυριος την ημεραν την εβδομην και ηγιασεν αυτην

20:12 τιμα τον πατερα σου και την μητερα ινα ευ σοι γενηται και ινα μακροχρονιος γενη επι της γης της αγαθης ης κυριος ο θεος σου διδωσιν σοι

20:13 ου μοιχευσεις

20:14 ου κλεψεις

20:15 ου φονευσεις

20:16 ου ψευδομαρτυρησεις κατα του πλησιον σου μαρτυριαν ψευδη

20:17 ουκ επιθυμησεις την γυναικα του πλησιον σου ουκ επιθυμησεις την οικιαν του πλησιον σου ουτε τον αγρον αυτου ουτε τον παιδα αυτου ουτε την παιδισκην αυτου ουτε του βοος αυτου ουτε του υποζυγιου αυτου ουτε παντος κτηνους αυτου ουτε οσα τω πλησιον σου εστιν

20:18 και πας ο λαος εωρα την φωνην και τας λαμπαδας και την φωνην της σαλπιγγος και το ορος το καπνιζον φοβηθεντες δε πας ο λαος εστησαν μακροθεν

20:19 και ειπαν προς μωυσην λαλησον συ ημιν και μη λαλειτω προς ημας ο θεος μηποτε αποθανωμεν

20:20 και λεγει αυτοις μωυσης θαρσειτε ενεκεν γαρ του πειρασαι υμας παρεγενηθη ο θεος προς υμας οπως αν γενηται ο φοβος αυτου εν υμιν ινα μη αμαρτανητε

20:21 ειστηκει δε ο λαος μακροθεν μωυσης δε εισηλθεν εις τον γνοφον ου ην ο θεος

20:22 ειπεν δε κυριος προς μωυσην ταδε ερεις τω οικω ιακωβ και αναγγελεις τοις υιοις ισραηλ υμεις εωρακατε οτι εκ του ουρανου λελαληκα προς υμας

20:23 ου ποιησετε εαυτοις θεους αργυρους και θεους χρυσους ου ποιησετε υμιν αυτοις

20:24 θυσιαστηριον εκ γης ποιησετε μοι και θυσετε επ' αυτου τα ολοκαυτωματα και τα σωτηρια υμων τα προβατα και τους μοσχους υμων εν παντι τοπω ου εαν επονομασω το ονομα μου εκει και ηξω προς σε και ευλογησω σε

20:25 εαν δε θυσιαστηριον εκ λιθων ποιης μοι ουκ οικοδομησεις αυτους τμητους το γαρ εγχειριδιον σου επιβεβληκας επ' αυτους και μεμιανται

20:26 ουκ αναβηση εν αναβαθμισιν επι το θυσιαστηριον μου οπως αν μη αποκαλυψης την ασχημοσυνην σου επ' αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase