HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Exodus 21

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40]

21:1 και ταυτα τα δικαιωματα α παραθησεις ενωπιον αυτων

21:2 εαν κτηση παιδα εβραιον εξ ετη δουλευσει σοι τω δε εβδομω ετει απελευσεται ελευθερος δωρεαν

21:3 εαν αυτος μονος εισελθη και μονος εξελευσεται εαν δε γυνη συνεισελθη μετ' αυτου εξελευσεται και η γυνη μετ' αυτου

21:4 εαν δε ο κυριος δω αυτω γυναικα και τεκη αυτω υιους η θυγατερας η γυνη και τα παιδια εσται τω κυριω αυτου αυτος δε μονος εξελευσεται

21:5 εαν δε αποκριθεις ειπη ο παις ηγαπηκα τον κυριον μου και την γυναικα και τα παιδια ουκ αποτρεχω ελευθερος

21:6 προσαξει αυτον ο κυριος αυτου προς το κριτηριον του θεου και τοτε προσαξει αυτον επι την θυραν επι τον σταθμον και τρυπησει αυτου ο κυριος το ους τω οπητιω και δουλευσει αυτω εις τον αιωνα

21:7 εαν δε τις αποδωται την εαυτου θυγατερα οικετιν ουκ απελευσεται ωσπερ αποτρεχουσιν αι δουλαι

21:8 εαν μη ευαρεστηση τω κυριω αυτης ην αυτω καθωμολογησατο απολυτρωσει αυτην εθνει δε αλλοτριω ου κυριος εστιν πωλειν αυτην οτι ηθετησεν εν αυτη

21:9 εαν δε τω υιω καθομολογησηται αυτην κατα το δικαιωμα των θυγατερων ποιησει αυτη

21:10 εαν δε αλλην λαβη εαυτω τα δεοντα και τον ιματισμον και την ομιλιαν αυτης ουκ αποστερησει

21:11 εαν δε τα τρια ταυτα μη ποιηση αυτη εξελευσεται δωρεαν ανευ αργυριου

21:12 εαν δε παταξη τις τινα και αποθανη θανατω θανατουσθω

21:13 ο δε ουχ εκων αλλα ο θεος παρεδωκεν εις τας χειρας αυτου δωσω σοι τοπον ου φευξεται εκει ο φονευσας

21:14 εαν δε τις επιθηται τω πλησιον αποκτειναι αυτον δολω και καταφυγη απο του θυσιαστηριου μου λημψη αυτον θανατωσαι

21:15 ος τυπτει πατερα αυτου η μητερα αυτου θανατω θανατουσθω

21:16 ο κακολογων πατερα αυτου η μητερα αυτου τελευτησει θανατω

21:17 ος εαν κλεψη τις τινα των υιων ισραηλ και καταδυναστευσας αυτον αποδωται και ευρεθη εν αυτω θανατω τελευτατω

21:18 εαν δε λοιδορωνται δυο ανδρες και παταξη τις τον πλησιον λιθω η πυγμη και μη αποθανη κατακλιθη δε επι την κοιτην

21:19 εαν εξαναστας ο ανθρωπος περιπατηση εξω επι ραβδου αθωος εσται ο παταξας πλην της αργιας αυτου αποτεισει και τα ιατρεια

21:20 εαν δε τις παταξη τον παιδα αυτου η την παιδισκην αυτου εν ραβδω και αποθανη υπο τας χειρας αυτου δικη εκδικηθητω

21:21 εαν δε διαβιωση ημεραν μιαν η δυο ουκ εκδικηθησεται το γαρ αργυριον αυτου εστιν

21:22 εαν δε μαχωνται δυο ανδρες και παταξωσιν γυναικα εν γαστρι εχουσαν και εξελθη το παιδιον αυτης μη εξεικονισμενον επιζημιον ζημιωθησεται καθοτι αν επιβαλη ο ανηρ της γυναικος δωσει μετα αξιωματος

21:23 εαν δε εξεικονισμενον ην δωσει ψυχην αντι ψυχης

21:24 οφθαλμον αντι οφθαλμου οδοντα αντι οδοντος χειρα αντι χειρος ποδα αντι ποδος

21:25 κατακαυμα αντι κατακαυματος τραυμα αντι τραυματος μωλωπα αντι μωλωπος

21:26 εαν δε τις παταξη τον οφθαλμον του οικετου αυτου η τον οφθαλμον της θεραπαινης αυτου και εκτυφλωση ελευθερους εξαποστελει αυτους αντι του οφθαλμου αυτων

21:27 εαν δε τον οδοντα του οικετου η τον οδοντα της θεραπαινης αυτου εκκοψη ελευθερους εξαποστελει αυτους αντι του οδοντος αυτων

21:28 εαν δε κερατιση ταυρος ανδρα η γυναικα και αποθανη λιθοις λιθοβοληθησεται ο ταυρος και ου βρωθησεται τα κρεα αυτου ο δε κυριος του ταυρου αθωος εσται

21:29 εαν δε ο ταυρος κερατιστης η προ της εχθες και προ της τριτης και διαμαρτυρωνται τω κυριω αυτου και μη αφανιση αυτον ανελη δε ανδρα η γυναικα ο ταυρος λιθοβοληθησεται και ο κυριος αυτου προσαποθανειται

21:30 εαν δε λυτρα επιβληθη αυτω δωσει λυτρα της ψυχης αυτου οσα εαν επιβαλωσιν αυτω

21:31 εαν δε υιον η θυγατερα κερατιση κατα το δικαιωμα τουτο ποιησουσιν αυτω

21:32 εαν δε παιδα κερατιση ο ταυρος η παιδισκην αργυριου τριακοντα διδραχμα δωσει τω κυριω αυτων και ο ταυρος λιθοβοληθησεται

21:33 εαν δε τις ανοιξη λακκον η λατομηση λακκον και μη καλυψη αυτον και εμπεση εκει μοσχος η ονος

21:34 ο κυριος του λακκου αποτεισει αργυριον δωσει τω κυριω αυτων το δε τετελευτηκος αυτω εσται

21:35 εαν δε κερατιση τινος ταυρος τον ταυρον του πλησιον και τελευτηση αποδωσονται τον ταυρον τον ζωντα και διελουνται το αργυριον αυτου και τον ταυρον τον τεθνηκοτα διελουνται

21:36 εαν δε γνωριζηται ο ταυρος οτι κερατιστης εστιν προ της εχθες και προ της τριτης ημερας και διαμεμαρτυρημενοι ωσιν τω κυριω αυτου και μη αφανιση αυτον αποτεισει ταυρον αντι ταυρου ο δε τετελευτηκως αυτω εσται

21:37 εαν δε τις κλεψη μοσχον η προβατον και σφαξη αυτο η αποδωται πεντε μοσχους αποτεισει αντι του μοσχου και τεσσαρα προβατα αντι του προβατου

 

Created with FREE HTMLCompiler by BibleDatabase