HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Exodus 24

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40]

24:1 και μωυση ειπεν αναβηθι προς κυριον συ και ααρων και ναδαβ και αβιουδ και εβδομηκοντα των πρεσβυτερων ισραηλ και προσκυνησουσιν μακροθεν τω κυριω

24:2 και εγγιει μωυσης μονος προς τον θεον αυτοι δε ουκ εγγιουσιν ο δε λαος ου συναναβησεται μετ' αυτων

24:3 εισηλθεν δε μωυσης και διηγησατο τω λαω παντα τα ρηματα του θεου και τα δικαιωματα απεκριθη δε πας ο λαος φωνη μια λεγοντες παντας τους λογους ους ελαλησεν κυριος ποιησομεν και ακουσομεθα

24:4 και εγραψεν μωυσης παντα τα ρηματα κυριου ορθρισας δε μωυσης το πρωι ωκοδομησεν θυσιαστηριον υπο το ορος και δωδεκα λιθους εις τας δωδεκα φυλας του ισραηλ

24:5 και εξαπεστειλεν τους νεανισκους των υιων ισραηλ και ανηνεγκαν ολοκαυτωματα και εθυσαν θυσιαν σωτηριου τω θεω μοσχαρια

24:6 λαβων δε μωυσης το ημισυ του αιματος ενεχεεν εις κρατηρας το δε ημισυ του αιματος προσεχεεν προς το θυσιαστηριον

24:7 και λαβων το βιβλιον της διαθηκης ανεγνω εις τα ωτα του λαου και ειπαν παντα οσα ελαλησεν κυριος ποιησομεν και ακουσομεθα

24:8 λαβων δε μωυσης το αιμα κατεσκεδασεν του λαου και ειπεν ιδου το αιμα της διαθηκης ης διεθετο κυριος προς υμας περι παντων των λογων τουτων

24:9 και ανεβη μωυσης και ααρων και ναδαβ και αβιουδ και εβδομηκοντα της γερουσιας ισραηλ

24:10 και ειδον τον τοπον ου ειστηκει εκει ο θεος του ισραηλ και τα υπο τους ποδας αυτου ωσει εργον πλινθου σαπφειρου και ωσπερ ειδος στερεωματος του ουρανου τη καθαριοτητι

24:11 και των επιλεκτων του ισραηλ ου διεφωνησεν ουδε εις και ωφθησαν εν τω τοπω του θεου και εφαγον και επιον

24:12 και ειπεν κυριος προς μωυσην αναβηθι προς με εις το ορος και ισθι εκει και δωσω σοι τα πυξια τα λιθινα τον νομον και τας εντολας ας εγραψα νομοθετησαι αυτοις

24:13 και αναστας μωυσης και ιησους ο παρεστηκως αυτω ανεβησαν εις το ορος του θεου

24:14 και τοις πρεσβυτεροις ειπαν ησυχαζετε αυτου εως αναστρεψωμεν προς υμας και ιδου ααρων και ωρ μεθ' υμων εαν τινι συμβη κρισις προσπορευεσθωσαν αυτοις

24:15 και ανεβη μωυσης και ιησους εις το ορος και εκαλυψεν η νεφελη το ορος

24:16 και κατεβη η δοξα του θεου επι το ορος το σινα και εκαλυψεν αυτο η νεφελη εξ ημερας και εκαλεσεν κυριος τον μωυσην τη ημερα τη εβδομη εκ μεσου της νεφελης

24:17 το δε ειδος της δοξης κυριου ωσει πυρ φλεγον επι της κορυφης του ορους εναντιον των υιων ισραηλ

24:18 και εισηλθεν μωυσης εις το μεσον της νεφελης και ανεβη εις το ορος και ην εκει εν τω ορει τεσσαρακοντα ημερας και τεσσαρακοντα νυκτας

 

Created with FREE HTMLCompiler by BibleDatabase