HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Exodus 25

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40]

25:1 και ελαλησεν κυριος προς μωυσην λεγων

25:2 ειπον τοις υιοις ισραηλ και λαβετε μοι απαρχας παρα παντων οις αν δοξη τη καρδια και λημψεσθε τας απαρχας μου

25:3 και αυτη εστιν η απαρχη ην λημψεσθε παρ' αυτων χρυσιον και αργυριον και χαλκον

25:4 και υακινθον και πορφυραν και κοκκινον διπλουν και βυσσον κεκλωσμενην και τριχας αιγειας

25:5 και δερματα κριων ηρυθροδανωμενα και δερματα υακινθινα και ξυλα ασηπτα

25:7 και λιθους σαρδιου και λιθους εις την γλυφην εις την επωμιδα και τον ποδηρη

25:8 και ποιησεις μοι αγιασμα και οφθησομαι εν υμιν

25:9 και ποιησεις μοι κατα παντα οσα εγω σοι δεικνυω εν τω ορει το παραδειγμα της σκηνης και το παραδειγμα παντων των σκευων αυτης ουτω ποιησεις

25:10 και ποιησεις κιβωτον μαρτυριου εκ ξυλων ασηπτων δυο πηχεων και ημισους το μηκος και πηχεος και ημισους το πλατος και πηχεος και ημισους το υψος

25:11 και καταχρυσωσεις αυτην χρυσιω καθαρω εξωθεν και εσωθεν χρυσωσεις αυτην και ποιησεις αυτη κυματια στρεπτα χρυσα κυκλω

25:12 και ελασεις αυτη τεσσαρας δακτυλιους χρυσους και επιθησεις επι τα τεσσαρα κλιτη δυο δακτυλιους επι το κλιτος το εν και δυο δακτυλιους επι το κλιτος το δευτερον

25:13 ποιησεις δε αναφορεις ξυλα ασηπτα και καταχρυσωσεις αυτα χρυσιω

25:14 και εισαξεις τους αναφορεις εις τους δακτυλιους τους εν τοις κλιτεσι της κιβωτου αιρειν την κιβωτον εν αυτοις

25:15 εν τοις δακτυλιοις της κιβωτου εσονται οι αναφορεις ακινητοι

25:16 και εμβαλεις εις την κιβωτον τα μαρτυρια α αν δω σοι

25:17 και ποιησεις ιλαστηριον επιθεμα χρυσιου καθαρου δυο πηχεων και ημισους το μηκος και πηχεος και ημισους το πλατος

25:18 και ποιησεις δυο χερουβιμ χρυσα τορευτα και επιθησεις αυτα εξ αμφοτερων των κλιτων του ιλαστηριου

25:19 ποιηθησονται χερουβ εις εκ του κλιτους τουτου και χερουβ εις εκ του κλιτους του δευτερου του ιλαστηριου και ποιησεις τους δυο χερουβιμ επι τα δυο κλιτη

25:20 εσονται οι χερουβιμ εκτεινοντες τας πτερυγας επανωθεν συσκιαζοντες ταις πτερυξιν αυτων επι του ιλαστηριου και τα προσωπα αυτων εις αλληλα εις το ιλαστηριον εσονται τα προσωπα των χερουβιμ

25:21 και επιθησεις το ιλαστηριον επι την κιβωτον ανωθεν και εις την κιβωτον εμβαλεις τα μαρτυρια α αν δω σοι

25:22 και γνωσθησομαι σοι εκειθεν και λαλησω σοι ανωθεν του ιλαστηριου ανα μεσον των δυο χερουβιμ των οντων επι της κιβωτου του μαρτυριου και κατα παντα οσα αν εντειλωμαι σοι προς τους υιους ισραηλ

25:23 και ποιησεις τραπεζαν χρυσιου καθαρου δυο πηχεων το μηκος και πηχεος το ευρος και πηχεος και ημισους το υψος

25:24 και ποιησεις αυτη στρεπτα κυματια χρυσα κυκλω

25:25 και ποιησεις αυτη στεφανην παλαιστου κυκλω και ποιησεις στρεπτον κυματιον τη στεφανη κυκλω

25:26 και ποιησεις τεσσαρας δακτυλιους χρυσους και επιθησεις τους δακτυλιους επι τα τεσσαρα μερη των ποδων αυτης

25:27 υπο την στεφανην και εσονται οι δακτυλιοι εις θηκας τοις αναφορευσιν ωστε αιρειν εν αυτοις την τραπεζαν

25:28 και ποιησεις τους αναφορεις εκ ξυλων ασηπτων και καταχρυσωσεις αυτους χρυσιω καθαρω και αρθησεται εν αυτοις η τραπεζα

25:29 και ποιησεις τα τρυβλια αυτης και τας θυισκας και τα σπονδεια και τους κυαθους εν οις σπεισεις εν αυτοις χρυσιου καθαρου ποιησεις αυτα

25:30 και επιθησεις επι την τραπεζαν αρτους ενωπιους εναντιον μου δια παντος

25:31 και ποιησεις λυχνιαν εκ χρυσιου καθαρου τορευτην ποιησεις την λυχνιαν ο καυλος αυτης και οι καλαμισκοι και οι κρατηρες και οι σφαιρωτηρες και τα κρινα εξ αυτης εσται

25:32 εξ δε καλαμισκοι εκπορευομενοι εκ πλαγιων τρεις καλαμισκοι της λυχνιας εκ του κλιτους αυτης του ενος και τρεις καλαμισκοι της λυχνιας εκ του κλιτους του δευτερου

25:33 και τρεις κρατηρες εκτετυπωμενοι καρυισκους εν τω ενι καλαμισκω σφαιρωτηρ και κρινον ουτως τοις εξ καλαμισκοις τοις εκπορευομενοις εκ της λυχνιας

25:34 και εν τη λυχνια τεσσαρες κρατηρες εκτετυπωμενοι καρυισκους εν τω ενι καλαμισκω οι σφαιρωτηρες και τα κρινα αυτης

25:35 ο σφαιρωτηρ υπο τους δυο καλαμισκους εξ αυτης και σφαιρωτηρ υπο τους τεσσαρας καλαμισκους εξ αυτης ουτως τοις εξ καλαμισκοις τοις εκπορευομενοις εκ της λυχνιας

25:36 οι σφαιρωτηρες και οι καλαμισκοι εξ αυτης εστωσαν ολη τορευτη εξ ενος χρυσιου καθαρου

25:37 και ποιησεις τους λυχνους αυτης επτα και επιθησεις τους λυχνους και φανουσιν εκ του ενος προσωπου

25:38 και τον επαρυστηρα αυτης και τα υποθεματα αυτης εκ χρυσιου καθαρου ποιησεις

25:39 παντα τα σκευη ταυτα ταλαντον χρυσιου καθαρου

25:40 ορα ποιησεις κατα τον τυπον τον δεδειγμενον σοι εν τω ορει

 

Created with FREE HTMLCompiler by BibleDatabase