HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Exodus 27

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40]

27:1 και ποιησεις θυσιαστηριον εκ ξυλων ασηπτων πεντε πηχεων το μηκος και πεντε πηχεων το ευρος τετραγωνον εσται το θυσιαστηριον και τριων πηχεων το υψος αυτου

27:2 και ποιησεις τα κερατα επι των τεσσαρων γωνιων εξ αυτου εσται τα κερατα και καλυψεις αυτα χαλκω

27:3 και ποιησεις στεφανην τω θυσιαστηριω και τον καλυπτηρα αυτου και τας φιαλας αυτου και τας κρεαγρας αυτου και το πυρειον αυτου και παντα τα σκευη αυτου ποιησεις χαλκα

27:4 και ποιησεις αυτω εσχαραν εργω δικτυωτω χαλκην και ποιησεις τη εσχαρα τεσσαρας δακτυλιους χαλκους επι τα τεσσαρα κλιτη

27:5 και υποθησεις αυτους υπο την εσχαραν του θυσιαστηριου κατωθεν εσται δε η εσχαρα εως του ημισους του θυσιαστηριου

27:6 και ποιησεις τω θυσιαστηριω φορεις εκ ξυλων ασηπτων και περιχαλκωσεις αυτους χαλκω

27:7 και εισαξεις τους φορεις εις τους δακτυλιους και εστωσαν οι φορεις κατα τα πλευρα του θυσιαστηριου εν τω αιρειν αυτο

27:8 κοιλον σανιδωτον ποιησεις αυτο κατα το παραδειχθεν σοι εν τω ορει ουτως ποιησεις αυτο

27:9 και ποιησεις αυλην τη σκηνη εις το κλιτος το προς λιβα ιστια της αυλης εκ βυσσου κεκλωσμενης μηκος εκατον πηχων τω ενι κλιτει

27:10 και οι στυλοι αυτων εικοσι και αι βασεις αυτων εικοσι χαλκαι και οι κρικοι αυτων και αι ψαλιδες αυτων αργυραι

27:11 ουτως τω κλιτει τω προς απηλιωτην ιστια εκατον πηχων μηκος και οι στυλοι αυτων εικοσι και αι βασεις αυτων εικοσι χαλκαι και οι κρικοι και αι ψαλιδες των στυλων και αι βασεις αυτων περιηργυρωμεναι αργυρω

27:12 το δε ευρος της αυλης το κατα θαλασσαν ιστια πεντηκοντα πηχων στυλοι αυτων δεκα και αι βασεις αυτων δεκα

27:13 και ευρος της αυλης το προς νοτον ιστια πεντηκοντα πηχεων στυλοι αυτων δεκα και αι βασεις αυτων δεκα

27:14 και πεντεκαιδεκα πηχεων το υψος των ιστιων τω κλιτει τω ενι στυλοι αυτων τρεις και αι βασεις αυτων τρεις

27:15 και το κλιτος το δευτερον δεκα πεντε πηχων των ιστιων το υψος στυλοι αυτων τρεις και αι βασεις αυτων τρεις

27:16 και τη πυλη της αυλης καλυμμα εικοσι πηχων το υψος εξ υακινθου και πορφυρας και κοκκινου κεκλωσμενου και βυσσου κεκλωσμενης τη ποικιλια του ραφιδευτου στυλοι αυτων τεσσαρες και αι βασεις αυτων τεσσαρες

27:17 παντες οι στυλοι της αυλης κυκλω κατηργυρωμενοι αργυριω και αι κεφαλιδες αυτων αργυραι και αι βασεις αυτων χαλκαι

27:18 το δε μηκος της αυλης εκατον εφ' εκατον και ευρος πεντηκοντα επι πεντηκοντα και υψος πεντε πηχων εκ βυσσου κεκλωσμενης και αι βασεις αυτων χαλκαι

27:19 και πασα η κατασκευη και παντα τα εργαλεια και οι πασσαλοι της αυλης χαλκοι

27:20 και συ συνταξον τοις υιοις ισραηλ και λαβετωσαν σοι ελαιον εξ ελαιων ατρυγον καθαρον κεκομμενον εις φως καυσαι ινα καηται λυχνος δια παντος

27:21 εν τη σκηνη του μαρτυριου εξωθεν του καταπετασματος του επι της διαθηκης καυσει αυτο ααρων και οι υιοι αυτου αφ' εσπερας εως πρωι εναντιον κυριου νομιμον αιωνιον εις τας γενεας υμων παρα των υιων ισραηλ

 

Created with FREE HTMLCompiler by BibleDatabase