HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Exodus 31

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40]

31:1 και ελαλησεν κυριος προς μωυσην λεγων

31:2 ιδου ανακεκλημαι εξ ονοματος τον βεσελεηλ τον του ουριου τον ωρ της φυλης ιουδα

31:3 και ενεπλησα αυτον πνευμα θειον σοφιας και συνεσεως και επιστημης εν παντι εργω

31:4 διανοεισθαι και αρχιτεκτονησαι εργαζεσθαι το χρυσιον και το αργυριον και τον χαλκον και την υακινθον και την πορφυραν και το κοκκινον το νηστον και την βυσσον την κεκλωσμενην

31:5 και τα λιθουργικα και εις τα εργα τα τεκτονικα των ξυλων εργαζεσθαι κατα παντα τα εργα

31:6 και εγω εδωκα αυτον και τον ελιαβ τον του αχισαμαχ εκ φυλης δαν και παντι συνετω καρδια δεδωκα συνεσιν και ποιησουσιν παντα οσα σοι συνεταξα

31:7 την σκηνην του μαρτυριου και την κιβωτον της διαθηκης και το ιλαστηριον το επ' αυτης και την διασκευην της σκηνης

31:8 και τα θυσιαστηρια και την τραπεζαν και παντα τα σκευη αυτης και την λυχνιαν την καθαραν και παντα τα σκευη αυτης

31:9 και τον λουτηρα και την βασιν αυτου

31:10 και τας στολας τας λειτουργικας ααρων και τας στολας των υιων αυτου ιερατευειν μοι

31:11 και το ελαιον της χρισεως και το θυμιαμα της συνθεσεως του αγιου κατα παντα οσα εγω ενετειλαμην σοι ποιησουσιν

31:12 και ελαλησεν κυριος προς μωυσην λεγων

31:13 και συ συνταξον τοις υιοις ισραηλ λεγων ορατε και τα σαββατα μου φυλαξεσθε σημειον εστιν παρ' εμοι και εν υμιν εις τας γενεας υμων ινα γνωτε οτι εγω κυριος ο αγιαζων υμας

31:14 και φυλαξεσθε τα σαββατα οτι αγιον τουτο εστιν κυριου υμιν ο βεβηλων αυτο θανατω θανατωθησεται πας ος ποιησει εν αυτω εργον εξολεθρευθησεται η ψυχη εκεινη εκ μεσου του λαου αυτου

31:15 εξ ημερας ποιησεις εργα τη δε ημερα τη εβδομη σαββατα αναπαυσις αγια τω κυριω πας ος ποιησει εργον τη ημερα τη εβδομη θανατω θανατωθησεται

31:16 και φυλαξουσιν οι υιοι ισραηλ τα σαββατα ποιειν αυτα εις τας γενεας αυτων διαθηκη αιωνιος

31:17 εν εμοι και τοις υιοις ισραηλ σημειον εστιν αιωνιον οτι εν εξ ημεραις εποιησεν κυριος τον ουρανον και την γην και τη ημερα τη εβδομη επαυσατο και κατεπαυσεν

31:18 και εδωκεν μωυσει ηνικα κατεπαυσεν λαλων αυτω εν τω ορει τω σινα τας δυο πλακας του μαρτυριου πλακας λιθινας γεγραμμενας τω δακτυλω του θεου

 

Created with FREE HTMLCompiler by BibleDatabase