HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Exodus 34

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40]

34:1 και ειπεν κυριος προς μωυσην λαξευσον σεαυτω δυο πλακας λιθινας καθως και αι πρωται και αναβηθι προς με εις το ορος και γραψω επι των πλακων τα ρηματα α ην εν ταις πλαξιν ταις πρωταις αις συνετριψας

34:2 και γινου ετοιμος εις το πρωι και αναβηση επι το ορος το σινα και στηση μοι εκει επ' ακρου του ορους

34:3 και μηδεις αναβητω μετα σου μηδε οφθητω εν παντι τω ορει και τα προβατα και αι βοες μη νεμεσθωσαν πλησιον του ορους εκεινου

34:4 και ελαξευσεν δυο πλακας λιθινας καθαπερ και αι πρωται και ορθρισας μωυσης ανεβη εις το ορος το σινα καθοτι συνεταξεν αυτω κυριος και ελαβεν μωυσης τας δυο πλακας τας λιθινας

34:5 και κατεβη κυριος εν νεφελη και παρεστη αυτω εκει και εκαλεσεν τω ονοματι κυριου

34:6 και παρηλθεν κυριος προ προσωπου αυτου και εκαλεσεν κυριος ο θεος οικτιρμων και ελεημων μακροθυμος και πολυελεος και αληθινος

34:7 και δικαιοσυνην διατηρων και ποιων ελεος εις χιλιαδας αφαιρων ανομιας και αδικιας και αμαρτιας και ου καθαριει τον ενοχον επαγων ανομιας πατερων επι τεκνα και επι τεκνα τεκνων επι τριτην και τεταρτην γενεαν

34:8 και σπευσας μωυσης κυψας επι την γην προσεκυνησεν

34:9 και ειπεν ει ευρηκα χαριν ενωπιον σου συμπορευθητω ο κυριος μου μεθ' ημων ο λαος γαρ σκληροτραχηλος εστιν και αφελεις συ τας αμαρτιας ημων και τας ανομιας ημων και εσομεθα σοι

34:10 και ειπεν κυριος προς μωυσην ιδου εγω τιθημι σοι διαθηκην ενωπιον παντος του λαου σου ποιησω ενδοξα α ου γεγονεν εν παση τη γη και εν παντι εθνει και οψεται πας ο λαος εν οις ει συ τα εργα κυριου οτι θαυμαστα εστιν α εγω ποιησω σοι

34:11 προσεχε συ παντα οσα εγω εντελλομαι σοι ιδου εγω εκβαλλω προ προσωπου υμων τον αμορραιον και χαναναιον και χετταιον και φερεζαιον και ευαιον και γεργεσαιον και ιεβουσαιον

34:12 προσεχε σεαυτω μηποτε θης διαθηκην τοις εγκαθημενοις επι της γης εις ην εισπορευη εις αυτην μη σοι γενηται προσκομμα εν υμιν

34:13 τους βωμους αυτων καθελειτε και τας στηλας αυτων συντριψετε και τα αλση αυτων εκκοψετε και τα γλυπτα των θεων αυτων κατακαυσετε εν πυρι

34:14 ου γαρ μη προσκυνησητε θεω ετερω ο γαρ κυριος ο θεος ζηλωτον ονομα θεος ζηλωτης εστιν

34:15 μηποτε θης διαθηκην τοις εγκαθημενοις προς αλλοφυλους επι της γης και εκπορνευσωσιν οπισω των θεων αυτων και θυσωσι τοις θεοις αυτων και καλεσωσιν σε και φαγης των θυματων αυτων

34:16 και λαβης των θυγατερων αυτων τοις υιοις σου και των θυγατερων σου δως τοις υιοις αυτων και εκπορνευσωσιν αι θυγατερες σου οπισω των θεων αυτων και εκπορνευσωσιν τους υιους σου οπισω των θεων αυτων

34:17 και θεους χωνευτους ου ποιησεις σεαυτω

34:18 και την εορτην των αζυμων φυλαξη επτα ημερας φαγη αζυμα καθαπερ εντεταλμαι σοι εις τον καιρον εν μηνι των νεων εν γαρ μηνι των νεων εξηλθες εξ αιγυπτου

34:19 παν διανοιγον μητραν εμοι τα αρσενικα πρωτοτοκον μοσχου και πρωτοτοκον προβατου

34:20 και πρωτοτοκον υποζυγιου λυτρωση προβατω εαν δε μη λυτρωση αυτο τιμην δωσεις παν πρωτοτοκον των υιων σου λυτρωση ουκ οφθηση ενωπιον μου κενος

34:21 εξ ημερας εργα τη δε εβδομη καταπαυσεις τω σπορω και τω αμητω καταπαυσεις

34:22 και εορτην εβδομαδων ποιησεις μοι αρχην θερισμου πυρων και εορτην συναγωγης μεσουντος του ενιαυτου

34:23 τρεις καιρους του ενιαυτου οφθησεται παν αρσενικον σου ενωπιον κυριου του θεου ισραηλ

34:24 οταν γαρ εκβαλω τα εθνη προ προσωπου σου και πλατυνω τα ορια σου ουκ επιθυμησει ουδεις της γης σου ηνικα αν αναβαινης οφθηναι εναντιον κυριου του θεου σου τρεις καιρους του ενιαυτου

34:25 ου σφαξεις επι ζυμη αιμα θυμιαματων μου και ου κοιμηθησεται εις το πρωι θυματα της εορτης του πασχα

34:26 τα πρωτογενηματα της γης σου θησεις εις τον οικον κυριου του θεου σου ου προσοισεις αρνα εν γαλακτι μητρος αυτου

34:27 και ειπεν κυριος προς μωυσην γραψον σεαυτω τα ρηματα ταυτα επι γαρ των λογων τουτων τεθειμαι σοι διαθηκην και τω ισραηλ

34:28 και ην εκει μωυσης εναντιον κυριου τεσσαρακοντα ημερας και τεσσαρακοντα νυκτας αρτον ουκ εφαγεν και υδωρ ουκ επιεν και εγραψεν τα ρηματα ταυτα επι των πλακων της διαθηκης τους δεκα λογους

34:29 ως δε κατεβαινεν μωυσης εκ του ορους και αι δυο πλακες επι των χειρων μωυση καταβαινοντος δε αυτου εκ του ορους μωυσης ουκ ηδει οτι δεδοξασται η οψις του χρωματος του προσωπου αυτου εν τω λαλειν αυτον αυτω

34:30 και ειδεν ααρων και παντες οι πρεσβυτεροι ισραηλ τον μωυσην και ην δεδοξασμενη η οψις του χρωματος του προσωπου αυτου και εφοβηθησαν εγγισαι αυτου

34:31 και εκαλεσεν αυτους μωυσης και επεστραφησαν προς αυτον ααρων και παντες οι αρχοντες της συναγωγης και ελαλησεν αυτοις μωυσης

34:32 και μετα ταυτα προσηλθον προς αυτον παντες οι υιοι ισραηλ και ενετειλατο αυτοις παντα οσα ελαλησεν κυριος προς αυτον εν τω ορει σινα

34:33 και επειδη κατεπαυσεν λαλων προς αυτους επεθηκεν επι το προσωπον αυτου καλυμμα

34:34 ηνικα δ' αν εισεπορευετο μωυσης εναντι κυριου λαλειν αυτω περιηρειτο το καλυμμα εως του εκπορευεσθαι και εξελθων ελαλει πασιν τοις υιοις ισραηλ οσα ενετειλατο αυτω κυριος

34:35 και ειδον οι υιοι ισραηλ το προσωπον μωυση οτι δεδοξασται και περιεθηκεν μωυσης καλυμμα επι το προσωπον εαυτου εως αν εισελθη συλλαλειν αυτω

 

Created with FREE HTMLCompiler by BibleDatabase