HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Exodus 38

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40]

38:1 και εποιησεν βεσελεηλ την κιβωτον

38:2 και κατεχρυσωσεν αυτην χρυσιω καθαρω εσωθεν και εξωθεν

38:3 και εχωνευσεν αυτη τεσσαρας δακτυλιους χρυσους δυο επι το κλιτος το εν και δυο επι το κλιτος το δευτερον

38:4 ευρεις τοις διωστηρσιν ωστε αιρειν αυτην εν αυτοις

38:5 και εποιησεν το ιλαστηριον επανωθεν της κιβωτου εκ χρυσιου

38:6 και τους δυο χερουβιμ χρυσους

38:7 χερουβ ενα επι το ακρον του ιλαστηριου το εν και χερουβ ενα επι το ακρον το δευτερον του ιλαστηριου

38:8 σκιαζοντα ταις πτερυξιν αυτων επι το ιλαστηριον

38:9 και εποιησεν την τραπεζαν την προκειμενην εκ χρυσιου καθαρου

38:10 και εχωνευσεν αυτη τεσσαρας δακτυλιους δυο επι του κλιτους του ενος και δυο επι του κλιτους του δευτερου ευρεις ωστε αιρειν τοις διωστηρσιν εν αυτοις

38:11 και τους διωστηρας της κιβωτου και της τραπεζης εποιησεν και κατεχρυσωσεν αυτους χρυσιω

38:12 και εποιησεν τα σκευη της τραπεζης τα τε τρυβλια και τας θυισκας και τους κυαθους και τα σπονδεια εν οις σπεισει εν αυτοις χρυσα

38:13 και εποιησεν την λυχνιαν η φωτιζει χρυσην στερεαν τον καυλον

38:14 και τους καλαμισκους εξ αμφοτερων των μερων αυτης

38:15 εκ των καλαμισκων αυτης οι βλαστοι εξεχοντες τρεις εκ τουτου και τρεις εκ τουτου εξισουμενοι αλληλοις

38:16 και τα λαμπαδια αυτων α εστιν επι των ακρων καρυωτα εξ αυτων και τα ενθεμια εξ αυτων ινα ωσιν επ' αυτων οι λυχνοι και το ενθεμιον το εβδομον απ' ακρου του λαμπαδιου επι της κορυφης ανωθεν στερεον ολον χρυσουν

38:17 και επτα λυχνους επ' αυτης χρυσους και τας λαβιδας αυτης χρυσας και τας επαρυστριδας αυτων χρυσας

38:18 ουτος περιηργυρωσεν τους στυλους και εχωνευσεν τω στυλω δακτυλιους χρυσους και εχρυσωσεν τους μοχλους χρυσιω και κατεχρυσωσεν τους στυλους του καταπετασματος χρυσιω και εποιησεν τας αγκυλας χρυσας

38:19 ουτος εποιησεν και τους κρικους της σκηνης χρυσους και τους κρικους της αυλης και κρικους εις το εκτεινειν το κατακαλυμμα ανωθεν χαλκους

38:20 ουτος εχωνευσεν τας κεφαλιδας τας αργυρας της σκηνης και τας κεφαλιδας τας χαλκας της θυρας της σκηνης και την πυλην της αυλης και αγκυλας εποιησεν τοις στυλοις αργυρας επι των στυλων ουτος περιηργυρωσεν αυτας

38:21 ουτος εποιησεν και τους πασσαλους της σκηνης και τους πασσαλους της αυλης χαλκους

38:22 ουτος εποιησεν το θυσιαστηριον το χαλκουν εκ των πυρειων των χαλκων α ησαν τοις ανδρασιν τοις καταστασιασασι μετα της κορε συναγωγης

38:23 ουτος εποιησεν παντα τα σκευη του θυσιαστηριου και το πυρειον αυτου και την βασιν και τας φιαλας και τας κρεαγρας χαλκας

38:24 ουτος εποιησεν τω θυσιαστηριω παραθεμα εργον δικτυωτον κατωθεν του πυρειου υπο αυτο εως του ημισους αυτου και επεθηκεν αυτω τεσσαρας δακτυλιους εκ των τεσσαρων μερων του παραθεματος του θυσιαστηριου χαλκους τοις μοχλοις ευρεις ωστε αιρειν το θυσιαστηριον εν αυτοις

38:25 ουτος εποιησεν το ελαιον της χρισεως το αγιον και την συνθεσιν του θυμιαματος καθαρον εργον μυρεψου

38:26 ουτος εποιησεν τον λουτηρα χαλκουν και την βασιν αυτου χαλκην εκ των κατοπτρων των νηστευσασων αι ενηστευσαν παρα τας θυρας της σκηνης του μαρτυριου εν η ημερα επηξεν αυτην

38:27 και εποιησεν τον λουτηρα ινα νιπτωνται εξ αυτου μωυσης και ααρων και οι υιοι αυτου τας χειρας αυτων και τους ποδας εισπορευομενων αυτων εις την σκηνην του μαρτυριου η οταν προσπορευωνται προς το θυσιαστηριον λειτουργειν ενιπτοντο εξ αυτου καθαπερ συνεταξεν κυριος τω μωυση

 

Created with FREE HTMLCompiler by BibleDatabase