HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Exodus 40

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31] [32] [33] [34] [35] [36] [37] [38] [39] [40]

40:1 και ελαλησεν κυριος προς μωυσην λεγων

40:2 εν ημερα μια του μηνος του πρωτου νουμηνια στησεις την σκηνην του μαρτυριου

40:3 και θησεις την κιβωτον του μαρτυριου και σκεπασεις την κιβωτον τω καταπετασματι

40:4 και εισοισεις την τραπεζαν και προθησεις την προθεσιν αυτης και εισοισεις την λυχνιαν και επιθησεις τους λυχνους αυτης

40:5 και θησεις το θυσιαστηριον το χρυσουν εις το θυμιαν εναντιον της κιβωτου και επιθησεις καλυμμα καταπετασματος επι την θυραν της σκηνης του μαρτυριου

40:6 και το θυσιαστηριον των καρπωματων θησεις παρα τας θυρας της σκηνης του μαρτυριου

40:8 και περιθησεις την σκηνην και παντα τα αυτης αγιασεις κυκλω

40:9 και λημψη το ελαιον του χρισματος και χρισεις την σκηνην και παντα τα εν αυτη και αγιασεις αυτην και παντα τα σκευη αυτης και εσται αγια

40:10 και χρισεις το θυσιαστηριον των καρπωματων και παντα αυτου τα σκευη και αγιασεις το θυσιαστηριον και εσται το θυσιαστηριον αγιον των αγιων

40:12 και προσαξεις ααρων και τους υιους αυτου επι τας θυρας της σκηνης του μαρτυριου και λουσεις αυτους υδατι

40:13 και ενδυσεις ααρων τας στολας τας αγιας και χρισεις αυτον και αγιασεις αυτον και ιερατευσει μοι

40:14 και τους υιους αυτου προσαξεις και ενδυσεις αυτους χιτωνας

40:15 και αλειψεις αυτους ον τροπον ηλειψας τον πατερα αυτων και ιερατευσουσιν μοι και εσται ωστε ειναι αυτοις χρισμα ιερατειας εις τον αιωνα εις τας γενεας αυτων

40:16 και εποιησεν μωυσης παντα οσα ενετειλατο αυτω κυριος ουτως εποιησεν

40:17 και εγενετο εν τω μηνι τω πρωτω τω δευτερω ετει εκπορευομενων αυτων εξ αιγυπτου νουμηνια εσταθη η σκηνη

40:18 και εστησεν μωυσης την σκηνην και επεθηκεν τας κεφαλιδας και διενεβαλεν τους μοχλους και εστησεν τους στυλους

40:19 και εξετεινεν τας αυλαιας επι την σκηνην και επεθηκεν το κατακαλυμμα της σκηνης επ' αυτης ανωθεν καθα συνεταξεν κυριος τω μωυση

40:20 και λαβων τα μαρτυρια ενεβαλεν εις την κιβωτον και υπεθηκεν τους διωστηρας υπο την κιβωτον

40:21 και εισηνεγκεν την κιβωτον εις την σκηνην και επεθηκεν το κατακαλυμμα του καταπετασματος και εσκεπασεν την κιβωτον του μαρτυριου ον τροπον συνεταξεν κυριος τω μωυση

40:22 και εθηκεν την τραπεζαν εις την σκηνην του μαρτυριου επι το κλιτος της σκηνης του μαρτυριου το προς βορραν εξωθεν του καταπετασματος της σκηνης

40:23 και προεθηκεν επ' αυτης αρτους της προθεσεως εναντι κυριου ον τροπον συνεταξεν κυριος τω μωυση

40:24 και εθηκεν την λυχνιαν εις την σκηνην του μαρτυριου εις το κλιτος της σκηνης το προς νοτον

40:25 και επεθηκεν τους λυχνους αυτης εναντι κυριου ον τροπον συνεταξεν κυριος τω μωυση

40:26 και εθηκεν το θυσιαστηριον το χρυσουν εν τη σκηνη του μαρτυριου απεναντι του καταπετασματος

40:27 και εθυμιασεν επ' αυτου το θυμιαμα της συνθεσεως καθαπερ συνεταξεν κυριος τω μωυση

40:29 και το θυσιαστηριον των καρπωματων εθηκεν παρα τας θυρας της σκηνης

40:33 και εστησεν την αυλην κυκλω της σκηνης και του θυσιαστηριου και συνετελεσεν μωυσης παντα τα εργα

40:34 και εκαλυψεν η νεφελη την σκηνην του μαρτυριου και δοξης κυριου επλησθη η σκηνη

40:35 και ουκ ηδυνασθη μωυσης εισελθειν εις την σκηνην του μαρτυριου οτι επεσκιαζεν επ' αυτην η νεφελη και δοξης κυριου επλησθη η σκηνη

40:36 ηνικα δ' αν ανεβη η νεφελη απο της σκηνης ανεζευγνυσαν οι υιοι ισραηλ συν τη απαρτια αυτων

40:37 ει δε μη ανεβη η νεφελη ουκ ανεζευγνυσαν εως της ημερας ης ανεβη η νεφελη

40:38 νεφελη γαρ ην επι της σκηνης ημερας και πυρ ην επ' αυτης νυκτος εναντιον παντος ισραηλ εν πασαις ταις αναζυγαις αυτων .

 

Created with FREE HTMLCompiler by BibleDatabase