HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Leviticus 2

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27]

2:1 εαν δε ψυχη προσφερη δωρον θυσιαν τω κυριω σεμιδαλις εσται το δωρον αυτου και επιχεει επ' αυτο ελαιον και επιθησει επ' αυτο λιβανον θυσια εστιν

2:2 και οισει προς τους υιους ααρων τους ιερεις και δραξαμενος απ' αυτης πληρη την δρακα απο της σεμιδαλεως συν τω ελαιω και παντα τον λιβανον αυτης και επιθησει ο ιερευς το μνημοσυνον αυτης επι το θυσιαστηριον θυσια οσμη ευωδιας τω κυριω

2:3 και το λοιπον απο της θυσιας ααρων και τοις υιοις αυτου αγιον των αγιων απο των θυσιων κυριου

2:4 εαν δε προσφερη δωρον θυσιαν πεπεμμενην εν κλιβανω δωρον κυριω εκ σεμιδαλεως αρτους αζυμους πεφυραμενους εν ελαιω και λαγανα αζυμα διακεχρισμενα εν ελαιω

2:5 εαν δε θυσια απο τηγανου το δωρον σου σεμιδαλις πεφυραμενη εν ελαιω αζυμα εσται

2:6 και διαθρυψεις αυτα κλασματα και επιχεεις επ' αυτα ελαιον θυσια εστιν κυριω

2:7 εαν δε θυσια απο εσχαρας το δωρον σου σεμιδαλις εν ελαιω ποιηθησεται

2:8 και προσοισει την θυσιαν ην αν ποιη εκ τουτων τω κυριω και προσοισει προς τον ιερεα και προσεγγισας προς το θυσιαστηριον

2:9 αφελει ο ιερευς απο της θυσιας το μνημοσυνον αυτης και επιθησει ο ιερευς επι το θυσιαστηριον καρπωμα οσμη ευωδιας κυριω

2:10 το δε καταλειφθεν απο της θυσιας ααρων και τοις υιοις αυτου αγια των αγιων απο των καρπωματων κυριου

2:11 πασαν θυσιαν ην αν προσφερητε κυριω ου ποιησετε ζυμωτον πασαν γαρ ζυμην και παν μελι ου προσοισετε απ' αυτου καρπωσαι κυριω

2:12 δωρον απαρχης προσοισετε αυτα κυριω επι δε το θυσιαστηριον ουκ αναβιβασθησεται εις οσμην ευωδιας κυριω

2:13 και παν δωρον θυσιας υμων αλι αλισθησεται ου διαπαυσετε αλα διαθηκης κυριου απο θυσιασματων υμων επι παντος δωρου υμων προσοισετε κυριω τω θεω υμων αλας

2:14 εαν δε προσφερης θυσιαν πρωτογενηματων τω κυριω νεα πεφρυγμενα χιδρα ερικτα τω κυριω και προσοισεις την θυσιαν των πρωτογενηματων

2:15 και επιχεεις επ' αυτην ελαιον και επιθησεις επ' αυτην λιβανον θυσια εστιν

2:16 και ανοισει ο ιερευς το μνημοσυνον αυτης απο των χιδρων συν τω ελαιω και παντα τον λιβανον αυτης καρπωμα εστιν κυριω

 

Created with FREE HTMLCompiler by BibleDatabase