HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Leviticus 4

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27]

4:1 και ελαλησεν κυριος προς μωυσην λεγων

4:2 λαλησον προς τους υιους ισραηλ λεγων ψυχη εαν αμαρτη εναντι κυριου ακουσιως απο των προσταγματων κυριου ων ου δει ποιειν και ποιηση εν τι απ' αυτων

4:3 εαν μεν ο αρχιερευς ο κεχρισμενος αμαρτη του τον λαον αμαρτειν και προσαξει περι της αμαρτιας αυτου ης ημαρτεν μοσχον εκ βοων αμωμον τω κυριω περι της αμαρτιας αυτου

4:4 και προσαξει τον μοσχον παρα την θυραν της σκηνης του μαρτυριου εναντι κυριου και επιθησει την χειρα αυτου επι την κεφαλην του μοσχου εναντι κυριου και σφαξει τον μοσχον ενωπιον κυριου

4:5 και λαβων ο ιερευς ο χριστος ο τετελειωμενος τας χειρας απο του αιματος του μοσχου και εισοισει αυτο επι την σκηνην του μαρτυριου

4:6 και βαψει ο ιερευς τον δακτυλον εις το αιμα και προσρανει απο του αιματος επτακις εναντι κυριου κατα το καταπετασμα το αγιον

4:7 και επιθησει ο ιερευς απο του αιματος του μοσχου επι τα κερατα του θυσιαστηριου του θυμιαματος της συνθεσεως του εναντιον κυριου ο εστιν εν τη σκηνη του μαρτυριου και παν το αιμα του μοσχου εκχεει παρα την βασιν του θυσιαστηριου των ολοκαυτωματων ο εστιν παρα τας θυρας της σκηνης του μαρτυριου

4:8 και παν το στεαρ του μοσχου του της αμαρτιας περιελει απ' αυτου το στεαρ το κατακαλυπτον τα ενδοσθια και παν το στεαρ το επι των ενδοσθιων

4:9 και τους δυο νεφρους και το στεαρ το επ' αυτων ο εστιν επι των μηριων και τον λοβον τον επι του ηπατος συν τοις νεφροις περιελει αυτο

4:10 ον τροπον αφαιρειται απο του μοσχου του της θυσιας του σωτηριου και ανοισει ο ιερευς επι το θυσιαστηριον της καρπωσεως

4:11 και το δερμα του μοσχου και πασαν αυτου την σαρκα συν τη κεφαλη και τοις ακρωτηριοις και τη κοιλια και τη κοπρω

4:12 και εξοισουσιν ολον τον μοσχον εξω της παρεμβολης εις τοπον καθαρον ου εκχεουσιν την σποδιαν και κατακαυσουσιν αυτον επι ξυλων εν πυρι επι της εκχυσεως της σποδιας καυθησεται

4:13 εαν δε πασα συναγωγη ισραηλ αγνοηση ακουσιως και λαθη ρημα εξ οφθαλμων της συναγωγης και ποιησωσιν μιαν απο πασων των εντολων κυριου η ου ποιηθησεται και πλημμελησωσιν

4:14 και γνωσθη αυτοις η αμαρτια ην ημαρτον εν αυτη και προσαξει η συναγωγη μοσχον εκ βοων αμωμον περι της αμαρτιας και προσαξει αυτον παρα τας θυρας της σκηνης του μαρτυριου

4:15 και επιθησουσιν οι πρεσβυτεροι της συναγωγης τας χειρας αυτων επι την κεφαλην του μοσχου εναντι κυριου και σφαξουσιν τον μοσχον εναντι κυριου

4:16 και εισοισει ο ιερευς ο χριστος απο του αιματος του μοσχου εις την σκηνην του μαρτυριου

4:17 και βαψει ο ιερευς τον δακτυλον απο του αιματος του μοσχου και ρανει επτακις εναντι κυριου κατενωπιον του καταπετασματος του αγιου

4:18 και απο του αιματος επιθησει ο ιερευς επι τα κερατα του θυσιαστηριου των θυμιαματων της συνθεσεως ο εστιν ενωπιον κυριου ο εστιν εν τη σκηνη του μαρτυριου και το παν αιμα εκχεει προς την βασιν του θυσιαστηριου των καρπωσεων των προς τη θυρα της σκηνης του μαρτυριου

4:19 και το παν στεαρ περιελει απ' αυτου και ανοισει επι το θυσιαστηριον

4:20 και ποιησει τον μοσχον ον τροπον εποιησεν τον μοσχον τον της αμαρτιας ουτως ποιηθησεται και εξιλασεται περι αυτων ο ιερευς και αφεθησεται αυτοις η αμαρτια

4:21 και εξοισουσιν τον μοσχον ολον εξω της παρεμβολης και κατακαυσουσιν τον μοσχον ον τροπον κατεκαυσαν τον μοσχον τον προτερον αμαρτια συναγωγης εστιν

4:22 εαν δε ο αρχων αμαρτη και ποιηση μιαν απο πασων των εντολων κυριου του θεου αυτων η ου ποιηθησεται ακουσιως και αμαρτη και πλημμεληση

4:23 και γνωσθη αυτω η αμαρτια ην ημαρτεν εν αυτη και προσοισει το δωρον αυτου χιμαρον εξ αιγων αρσεν αμωμον

4:24 και επιθησει την χειρα επι την κεφαλην του χιμαρου και σφαξουσιν αυτον εν τοπω ου σφαζουσιν τα ολοκαυτωματα ενωπιον κυριου αμαρτια εστιν

4:25 και επιθησει ο ιερευς απο του αιματος του της αμαρτιας τω δακτυλω επι τα κερατα του θυσιαστηριου των ολοκαυτωματων και το παν αιμα αυτου εκχεει παρα την βασιν του θυσιαστηριου των ολοκαυτωματων

4:26 και το παν στεαρ αυτου ανοισει επι το θυσιαστηριον ωσπερ το στεαρ θυσιας σωτηριου και εξιλασεται περι αυτου ο ιερευς απο της αμαρτιας αυτου και αφεθησεται αυτω

4:27 εαν δε ψυχη μια αμαρτη ακουσιως εκ του λαου της γης εν τω ποιησαι μιαν απο πασων των εντολων κυριου η ου ποιηθησεται και πλημμεληση

4:28 και γνωσθη αυτω η αμαρτια ην ημαρτεν εν αυτη και οισει χιμαιραν εξ αιγων θηλειαν αμωμον οισει περι της αμαρτιας ης ημαρτεν

4:29 και επιθησει την χειρα επι την κεφαλην του αμαρτηματος αυτου και σφαξουσιν την χιμαιραν την της αμαρτιας εν τοπω ου σφαζουσιν τα ολοκαυτωματα

4:30 και λημψεται ο ιερευς απο του αιματος αυτης τω δακτυλω και επιθησει επι τα κερατα του θυσιαστηριου των ολοκαυτωματων και παν το αιμα αυτης εκχεει παρα την βασιν του θυσιαστηριου

4:31 και παν το στεαρ περιελει ον τροπον περιαιρειται στεαρ απο θυσιας σωτηριου και ανοισει ο ιερευς επι το θυσιαστηριον εις οσμην ευωδιας κυριω και εξιλασεται περι αυτου ο ιερευς και αφεθησεται αυτω

4:32 εαν δε προβατον προσενεγκη το δωρον αυτου εις αμαρτιαν θηλυ αμωμον προσοισει αυτο

4:33 και επιθησει την χειρα επι την κεφαλην του της αμαρτιας και σφαξουσιν αυτο εν τοπω ου σφαζουσιν τα ολοκαυτωματα

4:34 και λαβων ο ιερευς απο του αιματος του της αμαρτιας τω δακτυλω επιθησει επι τα κερατα του θυσιαστηριου της ολοκαυτωσεως και παν αυτου το αιμα εκχεει παρα την βασιν του θυσιαστηριου της ολοκαυτωσεως

4:35 και παν αυτου το στεαρ περιελει ον τροπον περιαιρειται στεαρ προβατου εκ της θυσιας του σωτηριου και επιθησει αυτο ο ιερευς επι το θυσιαστηριον επι το ολοκαυτωμα κυριου και εξιλασεται περι αυτου ο ιερευς περι της αμαρτιας ης ημαρτεν και αφεθησεται αυτω

 

Created with FREE HTMLCompiler by BibleDatabase