HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Leviticus 6

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27]

6:1 και ελαλησεν κυριος προς μωυσην λεγων

6:2 εντειλαι ααρων και τοις υιοις αυτου λεγων ουτος ο νομος της ολοκαυτωσεως αυτη η ολοκαυτωσις επι της καυσεως αυτης επι του θυσιαστηριου ολην την νυκτα εως το πρωι και το πυρ του θυσιαστηριου καυθησεται επ' αυτου ου σβεσθησεται

6:3 και ενδυσεται ο ιερευς χιτωνα λινουν και περισκελες λινουν ενδυσεται περι το σωμα αυτου και αφελει την κατακαρπωσιν ην αν καταναλωση το πυρ την ολοκαυτωσιν απο του θυσιαστηριου και παραθησει αυτο εχομενον του θυσιαστηριου

6:4 και εκδυσεται την στολην αυτου και ενδυσεται στολην αλλην και εξοισει την κατακαρπωσιν εξω της παρεμβολης εις τοπον καθαρον

6:5 και πυρ επι το θυσιαστηριον καυθησεται απ' αυτου και ου σβεσθησεται και καυσει ο ιερευς επ' αυτο ξυλα το πρωι και στοιβασει επ' αυτου την ολοκαυτωσιν και επιθησει επ' αυτο το στεαρ του σωτηριου

6:6 και πυρ δια παντος καυθησεται επι το θυσιαστηριον ου σβεσθησεται

6:7 ουτος ο νομος της θυσιας ην προσαξουσιν αυτην οι υιοι ααρων εναντι κυριου απεναντι του θυσιαστηριου

6:8 και αφελει απ' αυτου τη δρακι απο της σεμιδαλεως της θυσιας συν τω ελαιω αυτης και συν τω λιβανω αυτης τα οντα επι της θυσιας και ανοισει επι το θυσιαστηριον καρπωμα οσμη ευωδιας το μνημοσυνον αυτης τω κυριω

6:9 το δε καταλειφθεν απ' αυτης εδεται ααρων και οι υιοι αυτου αζυμα βρωθησεται εν τοπω αγιω εν αυλη της σκηνης του μαρτυριου εδονται αυτην

6:10 ου πεφθησεται εζυμωμενη μεριδα αυτην εδωκα αυτοις απο των καρπωματων κυριου αγια αγιων ωσπερ το της αμαρτιας και ωσπερ το της πλημμελειας

6:11 παν αρσενικον των ιερεων εδονται αυτην νομιμον αιωνιον εις τας γενεας υμων απο των καρπωματων κυριου πας ος εαν αψηται αυτων αγιασθησεται

6:12 και ελαλησεν κυριος προς μωυσην λεγων

6:13 τουτο το δωρον ααρων και των υιων αυτου ο προσοισουσιν κυριω εν τη ημερα η αν χρισης αυτον το δεκατον του οιφι σεμιδαλεως εις θυσιαν δια παντος το ημισυ αυτης το πρωι και το ημισυ αυτης το δειλινον

6:14 επι τηγανου εν ελαιω ποιηθησεται πεφυραμενην οισει αυτην ελικτα θυσιαν εκ κλασματων θυσιαν οσμην ευωδιας κυριω

6:15 ο ιερευς ο χριστος αντ' αυτου εκ των υιων αυτου ποιησει αυτην νομος αιωνιος απαν επιτελεσθησεται

6:16 και πασα θυσια ιερεως ολοκαυτος εσται και ου βρωθησεται

6:17 και ελαλησεν κυριος προς μωυσην λεγων

6:18 λαλησον ααρων και τοις υιοις αυτου λεγων ουτος ο νομος της αμαρτιας εν τοπω ου σφαζουσιν το ολοκαυτωμα σφαξουσιν τα περι της αμαρτιας εναντι κυριου αγια αγιων εστιν

6:19 ο ιερευς ο αναφερων αυτην εδεται αυτην εν τοπω αγιω βρωθησεται εν αυλη της σκηνης του μαρτυριου

6:20 πας ο απτομενος των κρεων αυτης αγιασθησεται και ω εαν επιρραντισθη απο του αιματος αυτης επι το ιματιον ο εαν ραντισθη επ' αυτο πλυθησεται εν τοπω αγιω

6:21 και σκευος οστρακινον ου εαν εψηθη εν αυτω συντριβησεται εαν δε εν σκευει χαλκω εψηθη εκτριψει αυτο και εκκλυσει υδατι

6:22 πας αρσην εν τοις ιερευσιν φαγεται αυτα αγια αγιων εστιν κυριου

6:23 και παντα τα περι της αμαρτιας ων εαν εισενεχθη απο του αιματος αυτων εις την σκηνην του μαρτυριου εξιλασασθαι εν τω αγιω ου βρωθησεται εν πυρι κατακαυθησεται

 

Created with FREE HTMLCompiler by BibleDatabase