HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Leviticus 11

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27]

11:1 και ελαλησεν κυριος προς μωυσην και ααρων λεγων

11:2 λαλησατε τοις υιοις ισραηλ λεγοντες ταυτα τα κτηνη α φαγεσθε απο παντων των κτηνων των επι της γης

11:3 παν κτηνος διχηλουν οπλην και ονυχιστηρας ονυχιζον δυο χηλων και αναγον μηρυκισμον εν τοις κτηνεσιν ταυτα φαγεσθε

11:4 πλην απο τουτων ου φαγεσθε απο των αναγοντων μηρυκισμον και απο των διχηλουντων τας οπλας και ονυχιζοντων ονυχιστηρας τον καμηλον οτι αναγει μηρυκισμον τουτο οπλην δε ου διχηλει ακαθαρτον τουτο υμιν

11:5 και τον δασυποδα οτι αναγει μηρυκισμον τουτο και οπλην ου διχηλει ακαθαρτον τουτο υμιν

11:6 και τον χοιρογρυλλιον οτι αναγει μηρυκισμον τουτο και οπλην ου διχηλει ακαθαρτον τουτο υμιν

11:7 και τον υν οτι διχηλει οπλην τουτο και ονυχιζει ονυχας οπλης και τουτο ουκ αναγει μηρυκισμον ακαθαρτον τουτο υμιν

11:8 απο των κρεων αυτων ου φαγεσθε και των θνησιμαιων αυτων ουχ αψεσθε ακαθαρτα ταυτα υμιν

11:9 και ταυτα α φαγεσθε απο παντων των εν τοις υδασιν παντα οσα εστιν αυτοις πτερυγια και λεπιδες εν τοις υδασιν και εν ταις θαλασσαις και εν τοις χειμαρροις ταυτα φαγεσθε

11:10 και παντα οσα ουκ εστιν αυτοις πτερυγια ουδε λεπιδες εν τω υδατι η εν ταις θαλασσαις και εν τοις χειμαρροις απο παντων ων ερευγεται τα υδατα και απο πασης ψυχης ζωσης της εν τω υδατι βδελυγμα εστιν

11:11 και βδελυγματα εσονται υμιν απο των κρεων αυτων ουκ εδεσθε και τα θνησιμαια αυτων βδελυξεσθε

11:12 και παντα οσα ουκ εστιν αυτοις πτερυγια και λεπιδες των εν τω υδατι βδελυγμα τουτο εστιν υμιν

11:13 και ταυτα βδελυξεσθε απο των πετεινων και ου βρωθησεται βδελυγμα εστιν τον αετον και τον γρυπα και τον αλιαιετον

11:14 και τον γυπα και ικτινα και τα ομοια αυτω

11:15 και κορακα και τα ομοια αυτω

11:16 και στρουθον και γλαυκα και λαρον και τα ομοια αυτω και ιερακα και τα ομοια αυτω

11:17 και νυκτικορακα και καταρρακτην και ιβιν

11:18 και πορφυριωνα και πελεκανα και κυκνον

11:19 και γλαυκα και ερωδιον και χαραδριον και τα ομοια αυτω και εποπα και νυκτεριδα

11:20 και παντα τα ερπετα των πετεινων α πορευεται επι τεσσαρα βδελυγματα εστιν υμιν

11:21 αλλα ταυτα φαγεσθε απο των ερπετων των πετεινων α πορευεται επι τεσσαρα α εχει σκελη ανωτερον των ποδων αυτου πηδαν εν αυτοις επι της γης

11:22 και ταυτα φαγεσθε απ' αυτων τον βρουχον και τα ομοια αυτω και τον αττακην και τα ομοια αυτω και την ακριδα και τα ομοια αυτη και τον οφιομαχην και τα ομοια αυτω

11:23 παν ερπετον απο των πετεινων οις εστιν τεσσαρες ποδες βδελυγμα εστιν υμιν

11:24 και εν τουτοις μιανθησεσθε πας ο απτομενος των θνησιμαιων αυτων ακαθαρτος εσται εως εσπερας

11:25 και πας ο αιρων των θνησιμαιων αυτων πλυνει τα ιματια και ακαθαρτος εσται εως εσπερας

11:26 εν πασιν τοις κτηνεσιν ο εστιν διχηλουν οπλην και ονυχιστηρας ονυχιζει και μηρυκισμον ου μαρυκαται ακαθαρτα εσονται υμιν πας ο απτομενος των θνησιμαιων αυτων ακαθαρτος εσται εως εσπερας

11:27 και πας ος πορευεται επι χειρων εν πασι τοις θηριοις α πορευεται επι τεσσαρα ακαθαρτα εσται υμιν πας ο απτομενος των θνησιμαιων αυτων ακαθαρτος εσται εως εσπερας

11:28 και ο αιρων των θνησιμαιων αυτων πλυνει τα ιματια και ακαθαρτος εσται εως εσπερας ακαθαρτα ταυτα υμιν εστιν

11:29 και ταυτα υμιν ακαθαρτα απο των ερπετων των ερποντων επι της γης η γαλη και ο μυς και ο κροκοδειλος ο χερσαιος

11:30 μυγαλη και χαμαιλεων και καλαβωτης και σαυρα και ασπαλαξ

11:31 ταυτα ακαθαρτα υμιν απο παντων των ερπετων των επι της γης πας ο απτομενος αυτων τεθνηκοτων ακαθαρτος εσται εως εσπερας

11:32 και παν εφ' ο αν επιπεση απ' αυτων τεθνηκοτων αυτων ακαθαρτον εσται απο παντος σκευους ξυλινου η ιματιου η δερματος η σακκου παν σκευος ο εαν ποιηθη εργον εν αυτω εις υδωρ βαφησεται και ακαθαρτον εσται εως εσπερας και καθαρον εσται

11:33 και παν σκευος οστρακινον εις ο εαν πεση απο τουτων ενδον οσα εαν ενδον η ακαθαρτα εσται και αυτο συντριβησεται

11:34 και παν βρωμα ο εσθεται εις ο εαν επελθη επ' αυτο υδωρ ακαθαρτον εσται και παν ποτον ο πινεται εν παντι αγγειω ακαθαρτον εσται

11:35 και παν ο εαν πεση απο των θνησιμαιων αυτων επ' αυτο ακαθαρτον εσται κλιβανοι και κυθροποδες καθαιρεθησονται ακαθαρτα ταυτα εστιν και ακαθαρτα ταυτα υμιν εσονται

11:36 πλην πηγων υδατων και λακκου και συναγωγης υδατος εσται καθαρον ο δε απτομενος των θνησιμαιων αυτων ακαθαρτος εσται

11:37 εαν δε επιπεση των θνησιμαιων αυτων επι παν σπερμα σποριμον ο σπαρησεται καθαρον εσται

11:38 εαν δε επιχυθη υδωρ επι παν σπερμα και επιπεση των θνησιμαιων αυτων επ' αυτο ακαθαρτον εστιν υμιν

11:39 εαν δε αποθανη των κτηνων ο εστιν υμιν τουτο φαγειν ο απτομενος των θνησιμαιων αυτων ακαθαρτος εσται εως εσπερας

11:40 και ο εσθιων απο των θνησιμαιων τουτων πλυνει τα ιματια και ακαθαρτος εσται εως εσπερας και ο αιρων απο θνησιμαιων αυτων πλυνει τα ιματια και λουσεται υδατι και ακαθαρτος εσται εως εσπερας

11:41 και παν ερπετον ο ερπει επι της γης βδελυγμα τουτο εσται υμιν ου βρωθησεται

11:42 και πας ο πορευομενος επι κοιλιας και πας ο πορευομενος επι τεσσαρα δια παντος ο πολυπληθει ποσιν εν πασιν τοις ερπετοις τοις ερπουσιν επι της γης ου φαγεσθε αυτο οτι βδελυγμα υμιν εστιν

11:43 και ου μη βδελυξητε τας ψυχας υμων εν πασι τοις ερπετοις τοις ερπουσιν επι της γης και ου μιανθησεσθε εν τουτοις και ουκ ακαθαρτοι εσεσθε εν αυτοις

11:44 οτι εγω ειμι κυριος ο θεος υμων και αγιασθησεσθε και αγιοι εσεσθε οτι αγιος ειμι εγω κυριος ο θεος υμων και ου μιανειτε τας ψυχας υμων εν πασιν τοις ερπετοις τοις κινουμενοις επι της γης

11:45 οτι εγω ειμι κυριος ο αναγαγων υμας εκ γης αιγυπτου ειναι υμων θεος και εσεσθε αγιοι οτι αγιος ειμι εγω κυριος

11:46 ουτος ο νομος περι των κτηνων και των πετεινων και πασης ψυχης της κινουμενης εν τω υδατι και πασης ψυχης ερπουσης επι της γης

11:47 διαστειλαι ανα μεσον των ακαθαρτων και ανα μεσον των καθαρων και ανα μεσον των ζωογονουντων τα εσθιομενα και ανα μεσον των ζωογονουντων τα μη εσθιομενα

 

Created with FREE HTMLCompiler by BibleDatabase