HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Leviticus 12

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27]

12:1 και ελαλησεν κυριος προς μωυσην λεγων

12:2 λαλησον τοις υιοις ισραηλ και ερεις προς αυτους γυνη ητις εαν σπερματισθη και τεκη αρσεν και ακαθαρτος εσται επτα ημερας κατα τας ημερας του χωρισμου της αφεδρου αυτης ακαθαρτος εσται

12:3 και τη ημερα τη ογδοη περιτεμει την σαρκα της ακροβυστιας αυτου

12:4 και τριακοντα ημερας και τρεις καθησεται εν αιματι ακαθαρτω αυτης παντος αγιου ουχ αψεται και εις το αγιαστηριον ουκ εισελευσεται εως αν πληρωθωσιν αι ημεραι καθαρσεως αυτης

12:5 εαν δε θηλυ τεκη και ακαθαρτος εσται δις επτα ημερας κατα την αφεδρον και εξηκοντα ημερας και εξ καθεσθησεται εν αιματι ακαθαρτω αυτης

12:6 και οταν αναπληρωθωσιν αι ημεραι καθαρσεως αυτης εφ' υιω η επι θυγατρι προσοισει αμνον ενιαυσιον αμωμον εις ολοκαυτωμα και νεοσσον περιστερας η τρυγονα περι αμαρτιας επι την θυραν της σκηνης του μαρτυριου προς τον ιερεα

12:7 και προσοισει εναντι κυριου και εξιλασεται περι αυτης ο ιερευς και καθαριει αυτην απο της πηγης του αιματος αυτης ουτος ο νομος της τικτουσης αρσεν η θηλυ

12:8 εαν δε μη ευρισκη η χειρ αυτης το ικανον εις αμνον και λημψεται δυο τρυγονας η δυο νεοσσους περιστερων μιαν εις ολοκαυτωμα και μιαν περι αμαρτιας και εξιλασεται περι αυτης ο ιερευς και καθαρισθησεται

 

Created with FREE HTMLCompiler by BibleDatabase