HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Leviticus 13

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27]

13:1 και ελαλησεν κυριος προς μωυσην και ααρων λεγων

13:2 ανθρωπω εαν τινι γενηται εν δερματι χρωτος αυτου ουλη σημασιας τηλαυγης και γενηται εν δερματι χρωτος αυτου αφη λεπρας και αχθησεται προς ααρων τον ιερεα η ενα των υιων αυτου των ιερεων

13:3 και οψεται ο ιερευς την αφην εν δερματι του χρωτος αυτου και η θριξ εν τη αφη μεταβαλη λευκη και η οψις της αφης ταπεινη απο του δερματος του χρωτος αφη λεπρας εστιν και οψεται ο ιερευς και μιανει αυτον

13:4 εαν δε τηλαυγης λευκη η εν τω δερματι του χρωτος και ταπεινη μη η η οψις αυτης απο του δερματος και η θριξ αυτου ου μετεβαλεν τριχα λευκην αυτη δε εστιν αμαυρα και αφοριει ο ιερευς την αφην επτα ημερας

13:5 και οψεται ο ιερευς την αφην τη ημερα τη εβδομη και ιδου η αφη μενει εναντιον αυτου ου μετεπεσεν η αφη εν τω δερματι και αφοριει αυτον ο ιερευς επτα ημερας το δευτερον

13:6 και οψεται αυτον ο ιερευς τη ημερα τη εβδομη το δευτερον και ιδου αμαυρα η αφη ου μετεπεσεν η αφη εν τω δερματι καθαριει αυτον ο ιερευς σημασια γαρ εστιν και πλυναμενος τα ιματια καθαρος εσται

13:7 εαν δε μεταβαλουσα μεταπεση η σημασια εν τω δερματι μετα το ιδειν αυτον τον ιερεα του καθαρισαι αυτον και οφθησεται το δευτερον τω ιερει

13:8 και οψεται αυτον ο ιερευς και ιδου μετεπεσεν η σημασια εν τω δερματι και μιανει αυτον ο ιερευς λεπρα εστιν

13:9 και αφη λεπρας εαν γενηται εν ανθρωπω και ηξει προς τον ιερεα

13:10 και οψεται ο ιερευς και ιδου ουλη λευκη εν τω δερματι και αυτη μετεβαλεν τριχα λευκην και απο του υγιους της σαρκος της ζωσης εν τη ουλη

13:11 λεπρα παλαιουμενη εστιν εν τω δερματι του χρωτος εστιν και μιανει αυτον ο ιερευς και αφοριει αυτον οτι ακαθαρτος εστιν

13:12 εαν δε εξανθουσα εξανθηση η λεπρα εν τω δερματι και καλυψη η λεπρα παν το δερμα της αφης απο κεφαλης εως ποδων καθ' ολην την ορασιν του ιερεως

13:13 και οψεται ο ιερευς και ιδου εκαλυψεν η λεπρα παν το δερμα του χρωτος και καθαριει αυτον ο ιερευς την αφην οτι παν μετεβαλεν λευκον καθαρον εστιν

13:14 και η αν ημερα οφθη εν αυτω χρως ζων μιανθησεται

13:15 και οψεται ο ιερευς τον χρωτα τον υγιη και μιανει αυτον ο χρως ο υγιης οτι ακαθαρτος εστιν λεπρα εστιν

13:16 εαν δε αποκαταστη ο χρως ο υγιης και μεταβαλη λευκη και ελευσεται προς τον ιερεα

13:17 και οψεται ο ιερευς και ιδου μετεβαλεν η αφη εις το λευκον και καθαριει ο ιερευς την αφην καθαρος εστιν

13:18 και σαρξ εαν γενηται εν τω δερματι αυτου ελκος και υγιασθη

13:19 και γενηται εν τω τοπω του ελκους ουλη λευκη η τηλαυγης λευκαινουσα η πυρριζουσα και οφθησεται τω ιερει

13:20 και οψεται ο ιερευς και ιδου η οψις ταπεινοτερα του δερματος και η θριξ αυτης μετεβαλεν εις λευκην και μιανει αυτον ο ιερευς λεπρα εστιν εν τω ελκει εξηνθησεν

13:21 εαν δε ιδη ο ιερευς και ιδου ουκ εστιν εν αυτω θριξ λευκη και ταπεινον μη η απο του δερματος του χρωτος και αυτη η αμαυρα αφοριει αυτον ο ιερευς επτα ημερας

13:22 εαν δε διαχεηται εν τω δερματι και μιανει αυτον ο ιερευς αφη λεπρας εστιν εν τω ελκει εξηνθησεν

13:23 εαν δε κατα χωραν μεινη το τηλαυγημα και μη διαχεηται ουλη του ελκους εστιν και καθαριει αυτον ο ιερευς

13:24 και σαρξ εαν γενηται εν τω δερματι αυτου κατακαυμα πυρος και γενηται εν τω δερματι αυτου το υγιασθεν του κατακαυματος αυγαζον τηλαυγες λευκον υποπυρριζον η εκλευκον

13:25 και οψεται αυτον ο ιερευς και ιδου μετεβαλεν θριξ λευκη εις το αυγαζον και η οψις αυτου ταπεινη απο του δερματος λεπρα εστιν εν τω κατακαυματι εξηνθησεν και μιανει αυτον ο ιερευς αφη λεπρας εστιν

13:26 εαν δε ιδη ο ιερευς και ιδου ουκ εστιν εν τω αυγαζοντι θριξ λευκη και ταπεινον μη η απο του δερματος αυτο δε αμαυρον και αφοριει αυτον ο ιερευς επτα ημερας

13:27 και οψεται αυτον ο ιερευς τη ημερα τη εβδομη εαν δε διαχυσει διαχεηται εν τω δερματι και μιανει αυτον ο ιερευς αφη λεπρας εστιν εν τω ελκει εξηνθησεν

13:28 εαν δε κατα χωραν μεινη το αυγαζον και μη διαχυθη εν τω δερματι αυτη δε η αμαυρα η ουλη του κατακαυματος εστιν και καθαριει αυτον ο ιερευς ο γαρ χαρακτηρ του κατακαυματος εστιν

13:29 και ανδρι και γυναικι εαν γενηται εν αυτοις αφη λεπρας εν τη κεφαλη η εν τω πωγωνι

13:30 και οψεται ο ιερευς την αφην και ιδου η οψις αυτης εγκοιλοτερα του δερματος εν αυτη δε θριξ ξανθιζουσα λεπτη και μιανει αυτον ο ιερευς θραυσμα εστιν λεπρα της κεφαλης η λεπρα του πωγωνος εστιν

13:31 και εαν ιδη ο ιερευς την αφην του θραυσματος και ιδου ουχ η οψις εγκοιλοτερα του δερματος και θριξ ξανθιζουσα ουκ εστιν εν αυτη και αφοριει ο ιερευς την αφην του θραυσματος επτα ημερας

13:32 και οψεται ο ιερευς την αφην τη ημερα τη εβδομη και ιδου ου διεχυθη το θραυσμα και θριξ ξανθιζουσα ουκ εστιν εν αυτη και η οψις του θραυσματος ουκ εστιν κοιλη απο του δερματος

13:33 και ξυρηθησεται το δερμα το δε θραυσμα ου ξυρηθησεται και αφοριει ο ιερευς το θραυσμα επτα ημερας το δευτερον

13:34 και οψεται ο ιερευς το θραυσμα τη ημερα τη εβδομη και ιδου ου διεχυθη το θραυσμα εν τω δερματι μετα το ξυρηθηναι αυτον και η οψις του θραυσματος ουκ εστιν κοιλη απο του δερματος και καθαριει αυτον ο ιερευς και πλυναμενος τα ιματια καθαρος εσται

13:35 εαν δε διαχυσει διαχεηται το θραυσμα εν τω δερματι μετα το καθαρισθηναι αυτον

13:36 και οψεται ο ιερευς και ιδου διακεχυται το θραυσμα εν τω δερματι ουκ επισκεψεται ο ιερευς περι της τριχος της ξανθης οτι ακαθαρτος εστιν

13:37 εαν δε ενωπιον μεινη το θραυσμα επι χωρας και θριξ μελαινα ανατειλη εν αυτω υγιακεν το θραυσμα καθαρος εστιν και καθαριει αυτον ο ιερευς

13:38 και ανδρι η γυναικι εαν γενηται εν δερματι της σαρκος αυτου αυγασματα αυγαζοντα λευκαθιζοντα

13:39 και οψεται ο ιερευς και ιδου εν δερματι της σαρκος αυτου αυγασματα αυγαζοντα λευκαθιζοντα αλφος εστιν καθαρος εστιν εξανθει εν τω δερματι της σαρκος αυτου καθαρος εστιν

13:40 εαν δε τινι μαδηση η κεφαλη αυτου φαλακρος εστιν καθαρος εστιν

13:41 εαν δε κατα προσωπον μαδηση η κεφαλη αυτου αναφαλαντος εστιν καθαρος εστιν

13:42 εαν δε γενηται εν τω φαλακρωματι αυτου η εν τω αναφαλαντωματι αυτου αφη λευκη η πυρριζουσα λεπρα εστιν εν τω φαλακρωματι αυτου η εν τω αναφαλαντωματι αυτου

13:43 και οψεται αυτον ο ιερευς και ιδου η οψις της αφης λευκη πυρριζουσα εν τω φαλακρωματι αυτου η εν τω αναφαλαντωματι αυτου ως ειδος λεπρας εν δερματι της σαρκος αυτου

13:44 ανθρωπος λεπρος εστιν μιανσει μιανει αυτον ο ιερευς εν τη κεφαλη αυτου η αφη αυτου

13:45 και ο λεπρος εν ω εστιν η αφη τα ιματια αυτου εστω παραλελυμενα και η κεφαλη αυτου ακατακαλυπτος και περι το στομα αυτου περιβαλεσθω και ακαθαρτος κεκλησεται

13:46 πασας τας ημερας οσας αν η επ' αυτου η αφη ακαθαρτος ων ακαθαρτος εσται κεχωρισμενος καθησεται εξω της παρεμβολης εσται αυτου η διατριβη

13:47 και ιματιω εαν γενηται εν αυτω αφη λεπρας εν ιματιω ερεω η εν ιματιω στιππυινω

13:48 η εν στημονι η εν κροκη η εν τοις λινοις η εν τοις ερεοις η εν δερματι η εν παντι εργασιμω δερματι

13:49 και γενηται η αφη χλωριζουσα η πυρριζουσα εν τω δερματι η εν τω ιματιω η εν τω στημονι η εν τη κροκη η εν παντι σκευει εργασιμω δερματος αφη λεπρας εστιν και δειξει τω ιερει

13:50 και οψεται ο ιερευς την αφην και αφοριει ο ιερευς την αφην επτα ημερας

13:51 και οψεται ο ιερευς την αφην τη ημερα τη εβδομη εαν δε διαχεηται η αφη εν τω ιματιω η εν τω στημονι η εν τη κροκη η εν τω δερματι κατα παντα οσα αν ποιηθη δερματα εν τη εργασια λεπρα εμμονος εστιν η αφη ακαθαρτος εστιν

13:52 κατακαυσει το ιματιον η τον στημονα η την κροκην εν τοις ερεοις η εν τοις λινοις η εν παντι σκευει δερματινω εν ω εαν η εν αυτω η αφη οτι λεπρα εμμονος εστιν εν πυρι κατακαυθησεται

13:53 εαν δε ιδη ο ιερευς και μη διαχεηται η αφη εν τω ιματιω η εν τω στημονι η εν τη κροκη η εν παντι σκευει δερματινω

13:54 και συνταξει ο ιερευς και πλυνει εφ' ου εαν η επ' αυτου η αφη και αφοριει ο ιερευς την αφην επτα ημερας το δευτερον

13:55 και οψεται ο ιερευς μετα το πλυθηναι αυτο την αφην και ηδε μη μετεβαλεν την οψιν η αφη και η αφη ου διαχειται ακαθαρτον εστιν εν πυρι κατακαυθησεται εστηρισται εν τω ιματιω η εν τω στημονι η εν τη κροκη

13:56 και εαν ιδη ο ιερευς και η αμαυρα η αφη μετα το πλυθηναι αυτο απορρηξει αυτο απο του ιματιου η απο του δερματος η απο του στημονος η απο της κροκης

13:57 εαν δε οφθη ετι εν τω ιματιω η εν τω στημονι η εν τη κροκη η εν παντι σκευει δερματινω λεπρα εξανθουσα εστιν εν πυρι κατακαυθησεται εν ω εστιν η αφη

13:58 και το ιματιον η ο στημων η η κροκη η παν σκευος δερματινον ο πλυθησεται και αποστησεται απ' αυτου η αφη και πλυθησεται το δευτερον και καθαρον εσται

13:59 ουτος ο νομος αφης λεπρας ιματιου ερεου η στιππυινου η στημονος η κροκης η παντος σκευους δερματινου εις το καθαρισαι αυτο η μιαναι αυτο

 

Created with FREE HTMLCompiler by BibleDatabase