HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Leviticus 14

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27]

14:1 και ελαλησεν κυριος προς μωυσην λεγων

14:2 ουτος ο νομος του λεπρου η αν ημερα καθαρισθη και προσαχθησεται προς τον ιερεα

14:3 και εξελευσεται ο ιερευς εξω της παρεμβολης και οψεται ο ιερευς και ιδου ιαται η αφη της λεπρας απο του λεπρου

14:4 και προσταξει ο ιερευς και λημψονται τω κεκαθαρισμενω δυο ορνιθια ζωντα καθαρα και ξυλον κεδρινον και κεκλωσμενον κοκκινον και υσσωπον

14:5 και προσταξει ο ιερευς και σφαξουσιν το ορνιθιον το εν εις αγγειον οστρακινον εφ' υδατι ζωντι

14:6 και το ορνιθιον το ζων λημψεται αυτο και το ξυλον το κεδρινον και το κλωστον κοκκινον και τον υσσωπον και βαψει αυτα και το ορνιθιον το ζων εις το αιμα του ορνιθιου του σφαγεντος εφ' υδατι ζωντι

14:7 και περιρρανει επι τον καθαρισθεντα απο της λεπρας επτακις και καθαρος εσται και εξαποστελει το ορνιθιον το ζων εις το πεδιον

14:8 και πλυνει ο καθαρισθεις τα ιματια αυτου και ξυρηθησεται αυτου πασαν την τριχα και λουσεται εν υδατι και καθαρος εσται και μετα ταυτα εισελευσεται εις την παρεμβολην και διατριψει εξω του οικου αυτου επτα ημερας

14:9 και εσται τη ημερα τη εβδομη ξυρηθησεται πασαν την τριχα αυτου την κεφαλην αυτου και τον πωγωνα και τας οφρυας και πασαν την τριχα αυτου ξυρηθησεται και πλυνει τα ιματια και λουσεται το σωμα αυτου υδατι και καθαρος εσται

14:10 και τη ημερα τη ογδοη λημψεται δυο αμνους ενιαυσιους αμωμους και προβατον ενιαυσιον αμωμον και τρια δεκατα σεμιδαλεως εις θυσιαν πεφυραμενης εν ελαιω και κοτυλην ελαιου μιαν

14:11 και στησει ο ιερευς ο καθαριζων τον ανθρωπον τον καθαριζομενον και ταυτα εναντι κυριου επι την θυραν της σκηνης του μαρτυριου

14:12 και λημψεται ο ιερευς τον αμνον τον ενα και προσαξει αυτον της πλημμελειας και την κοτυλην του ελαιου και αφοριει αυτο αφορισμα εναντι κυριου

14:13 και σφαξουσιν τον αμνον εν τοπω ου σφαζουσιν τα ολοκαυτωματα και τα περι αμαρτιας εν τοπω αγιω εστιν γαρ το περι αμαρτιας ωσπερ το της πλημμελειας εστιν τω ιερει αγια αγιων εστιν

14:14 και λημψεται ο ιερευς απο του αιματος του της πλημμελειας και επιθησει ο ιερευς επι τον λοβον του ωτος του καθαριζομενου του δεξιου και επι το ακρον της χειρος της δεξιας και επι το ακρον του ποδος του δεξιου

14:15 και λαβων ο ιερευς απο της κοτυλης του ελαιου επιχεει επι την χειρα του ιερεως την αριστεραν

14:16 και βαψει τον δακτυλον τον δεξιον απο του ελαιου του οντος επι της χειρος της αριστερας και ρανει επτακις τω δακτυλω εναντι κυριου

14:17 το δε καταλειφθεν ελαιον το ον εν τη χειρι επιθησει ο ιερευς επι τον λοβον του ωτος του καθαριζομενου του δεξιου και επι το ακρον της χειρος της δεξιας και επι το ακρον του ποδος του δεξιου επι τον τοπον του αιματος του της πλημμελειας

14:18 το δε καταλειφθεν ελαιον το επι της χειρος του ιερεως επιθησει ο ιερευς επι την κεφαλην του καθαρισθεντος και εξιλασεται περι αυτου ο ιερευς εναντι κυριου

14:19 και ποιησει ο ιερευς το περι της αμαρτιας και εξιλασεται ο ιερευς περι του ακαθαρτου του καθαριζομενου απο της αμαρτιας αυτου και μετα τουτο σφαξει ο ιερευς το ολοκαυτωμα

14:20 και ανοισει ο ιερευς το ολοκαυτωμα και την θυσιαν επι το θυσιαστηριον εναντι κυριου και εξιλασεται περι αυτου ο ιερευς και καθαρισθησεται

14:21 εαν δε πενηται και η χειρ αυτου μη ευρισκη λημψεται αμνον ενα εις ο επλημμελησεν εις αφαιρεμα ωστε εξιλασασθαι περι αυτου και δεκατον σεμιδαλεως πεφυραμενης εν ελαιω εις θυσιαν και κοτυλην ελαιου μιαν

14:22 και δυο τρυγονας η δυο νεοσσους περιστερων οσα ευρεν η χειρ αυτου και εσται η μια περι αμαρτιας και η μια εις ολοκαυτωμα

14:23 και προσοισει αυτα τη ημερα τη ογδοη εις το καθαρισαι αυτον προς τον ιερεα επι την θυραν της σκηνης του μαρτυριου εναντι κυριου

14:24 και λαβων ο ιερευς τον αμνον της πλημμελειας και την κοτυλην του ελαιου επιθησει αυτα επιθεμα εναντι κυριου

14:25 και σφαξει τον αμνον της πλημμελειας και λημψεται ο ιερευς απο του αιματος του της πλημμελειας και επιθησει επι τον λοβον του ωτος του καθαριζομενου του δεξιου και επι το ακρον της χειρος της δεξιας και επι το ακρον του ποδος του δεξιου

14:26 και απο του ελαιου επιχεει ο ιερευς επι την χειρα του ιερεως την αριστεραν

14:27 και ρανει ο ιερευς τω δακτυλω τω δεξιω απο του ελαιου του εν τη χειρι αυτου τη αριστερα επτακις εναντι κυριου

14:28 και επιθησει ο ιερευς απο του ελαιου του επι της χειρος αυτου επι τον λοβον του ωτος του καθαριζομενου του δεξιου και επι το ακρον της χειρος αυτου της δεξιας και επι το ακρον του ποδος αυτου του δεξιου επι τον τοπον του αιματος του της πλημμελειας

14:29 το δε καταλειφθεν απο του ελαιου το ον επι της χειρος του ιερεως επιθησει επι την κεφαλην του καθαρισθεντος και εξιλασεται περι αυτου ο ιερευς εναντι κυριου

14:30 και ποιησει μιαν των τρυγονων η απο των νεοσσων των περιστερων καθοτι ευρεν αυτου η χειρ

14:31 την μιαν περι αμαρτιας και την μιαν εις ολοκαυτωμα συν τη θυσια και εξιλασεται ο ιερευς περι του καθαριζομενου εναντι κυριου

14:32 ουτος ο νομος εν ω εστιν η αφη της λεπρας και του μη ευρισκοντος τη χειρι εις τον καθαρισμον αυτου

14:33 και ελαλησεν κυριος προς μωυσην και ααρων λεγων

14:34 ως αν εισελθητε εις την γην των χαναναιων ην εγω διδωμι υμιν εν κτησει και δωσω αφην λεπρας εν ταις οικιαις της γης της εγκτητου υμιν

14:35 και ηξει τινος αυτου η οικια και αναγγελει τω ιερει λεγων ωσπερ αφη εωραται μου εν τη οικια

14:36 και προσταξει ο ιερευς αποσκευασαι την οικιαν προ του εισελθοντα ιδειν τον ιερεα την αφην και ου μη ακαθαρτα γενηται οσα εαν η εν τη οικια και μετα ταυτα εισελευσεται ο ιερευς καταμαθειν την οικιαν

14:37 και οψεται την αφην εν τοις τοιχοις της οικιας κοιλαδας χλωριζουσας η πυρριζουσας και η οψις αυτων ταπεινοτερα των τοιχων

14:38 και εξελθων ο ιερευς εκ της οικιας επι την θυραν της οικιας και αφοριει ο ιερευς την οικιαν επτα ημερας

14:39 και επανηξει ο ιερευς τη ημερα τη εβδομη και οψεται την οικιαν και ιδου ου διεχυθη η αφη εν τοις τοιχοις της οικιας

14:40 και προσταξει ο ιερευς και εξελουσιν τους λιθους εν οις εστιν η αφη και εκβαλουσιν αυτους εξω της πολεως εις τοπον ακαθαρτον

14:41 και αποξυσουσιν την οικιαν εσωθεν κυκλω και εκχεουσιν τον χουν εξω της πολεως εις τοπον ακαθαρτον

14:42 και λημψονται λιθους απεξυσμενους ετερους και αντιθησουσιν αντι των λιθων και χουν ετερον λημψονται και εξαλειψουσιν την οικιαν

14:43 εαν δε επελθη παλιν αφη και ανατειλη εν τη οικια μετα το εξελειν τους λιθους και μετα το αποξυσθηναι την οικιαν και μετα το εξαλειφθηναι

14:44 και εισελευσεται ο ιερευς και οψεται ει διακεχυται η αφη εν τη οικια λεπρα εμμονος εστιν εν τη οικια ακαθαρτος εστιν

14:45 και καθελουσιν την οικιαν και τα ξυλα αυτης και τους λιθους αυτης και παντα τον χουν εξοισουσιν εξω της πολεως εις τοπον ακαθαρτον

14:46 και ο εισπορευομενος εις την οικιαν πασας τας ημερας ας αφωρισμενη εστιν ακαθαρτος εσται εως εσπερας

14:47 και ο κοιμωμενος εν τη οικια πλυνει τα ιματια αυτου και ακαθαρτος εσται εως εσπερας και ο εσθων εν τη οικια πλυνει τα ιματια αυτου και ακαθαρτος εσται εως εσπερας

14:48 εαν δε παραγενομενος εισελθη ο ιερευς και ιδη και ιδου διαχυσει ου διαχειται η αφη εν τη οικια μετα το εξαλειφθηναι την οικιαν και καθαριει ο ιερευς την οικιαν οτι ιαθη η αφη

14:49 και λημψεται αφαγνισαι την οικιαν δυο ορνιθια ζωντα καθαρα και ξυλον κεδρινον και κεκλωσμενον κοκκινον και υσσωπον

14:50 και σφαξει το ορνιθιον το εν εις σκευος οστρακινον εφ' υδατι ζωντι

14:51 και λημψεται το ξυλον το κεδρινον και το κεκλωσμενον κοκκινον και τον υσσωπον και το ορνιθιον το ζων και βαψει αυτο εις το αιμα του ορνιθιου του εσφαγμενου εφ' υδατι ζωντι και περιρρανει εν αυτοις επι την οικιαν επτακις

14:52 και αφαγνιει την οικιαν εν τω αιματι του ορνιθιου και εν τω υδατι τω ζωντι και εν τω ορνιθιω τω ζωντι και εν τω ξυλω τω κεδρινω και εν τω υσσωπω και εν τω κεκλωσμενω κοκκινω

14:53 και εξαποστελει το ορνιθιον το ζων εξω της πολεως εις το πεδιον και εξιλασεται περι της οικιας και καθαρα εσται

14:54 ουτος ο νομος κατα πασαν αφην λεπρας και θραυσματος

14:55 και της λεπρας ιματιου και οικιας

14:56 και ουλης και σημασιας και του αυγαζοντος

14:57 και του εξηγησασθαι η ημερα ακαθαρτον και η ημερα καθαρισθησεται ουτος ο νομος της λεπρας

 

Created with FREE HTMLCompiler by BibleDatabase