HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Leviticus 18

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27]

18:1 και ειπεν κυριος προς μωυσην λεγων

18:2 λαλησον τοις υιοις ισραηλ και ερεις προς αυτους εγω κυριος ο θεος υμων

18:3 κατα τα επιτηδευματα γης αιγυπτου εν η κατωκησατε επ' αυτη ου ποιησετε και κατα τα επιτηδευματα γης χανααν εις ην εγω εισαγω υμας εκει ου ποιησετε και τοις νομιμοις αυτων ου πορευσεσθε

18:4 τα κριματα μου ποιησετε και τα προσταγματα μου φυλαξεσθε πορευεσθαι εν αυτοις εγω κυριος ο θεος υμων

18:5 και φυλαξεσθε παντα τα προσταγματα μου και παντα τα κριματα μου και ποιησετε αυτα α ποιησας ανθρωπος ζησεται εν αυτοις εγω κυριος ο θεος υμων

18:6 ανθρωπος ανθρωπος προς παντα οικεια σαρκος αυτου ου προσελευσεται αποκαλυψαι ασχημοσυνην εγω κυριος

18:7 ασχημοσυνην πατρος σου και ασχημοσυνην μητρος σου ουκ αποκαλυψεις μητηρ γαρ σου εστιν και ουκ αποκαλυψεις την ασχημοσυνην αυτης

18:8 ασχημοσυνην γυναικος πατρος σου ουκ αποκαλυψεις ασχημοσυνη πατρος σου εστιν

18:9 ασχημοσυνην της αδελφης σου εκ πατρος σου η εκ μητρος σου ενδογενους η γεγεννημενης εξω ουκ αποκαλυψεις ασχημοσυνην αυτης

18:10 ασχημοσυνην θυγατρος υιου σου η θυγατρος θυγατρος σου ουκ αποκαλυψεις την ασχημοσυνην αυτων οτι ση ασχημοσυνη εστιν

18:11 ασχημοσυνην θυγατρος γυναικος πατρος σου ουκ αποκαλυψεις ομοπατρια αδελφη σου εστιν ουκ αποκαλυψεις την ασχημοσυνην αυτης

18:12 ασχημοσυνην αδελφης πατρος σου ουκ αποκαλυψεις οικεια γαρ πατρος σου εστιν

18:13 ασχημοσυνην αδελφης μητρος σου ουκ αποκαλυψεις οικεια γαρ μητρος σου εστιν

18:14 ασχημοσυνην αδελφου του πατρος σου ουκ αποκαλυψεις και προς την γυναικα αυτου ουκ εισελευση συγγενης γαρ σου εστιν

18:15 ασχημοσυνην νυμφης σου ουκ αποκαλυψεις γυνη γαρ υιου σου εστιν ουκ αποκαλυψεις την ασχημοσυνην αυτης

18:16 ασχημοσυνην γυναικος αδελφου σου ουκ αποκαλυψεις ασχημοσυνη αδελφου σου εστιν

18:17 ασχημοσυνην γυναικος και θυγατρος αυτης ουκ αποκαλυψεις την θυγατερα του υιου αυτης και την θυγατερα της θυγατρος αυτης ου λημψη αποκαλυψαι την ασχημοσυνην αυτων οικειαι γαρ σου εισιν ασεβημα εστιν

18:18 γυναικα επι αδελφη αυτης ου λημψη αντιζηλον αποκαλυψαι την ασχημοσυνην αυτης επ' αυτη ετι ζωσης αυτης

18:19 και προς γυναικα εν χωρισμω ακαθαρσιας αυτης ου προσελευση αποκαλυψαι την ασχημοσυνην αυτης

18:20 και προς την γυναικα του πλησιον σου ου δωσεις κοιτην σπερματος σου εκμιανθηναι προς αυτην

18:21 και απο του σπερματος σου ου δωσεις λατρευειν αρχοντι και ου βεβηλωσεις το ονομα το αγιον εγω κυριος

18:22 και μετα αρσενος ου κοιμηθηση κοιτην γυναικος βδελυγμα γαρ εστιν

18:23 και προς παν τετραπουν ου δωσεις την κοιτην σου εις σπερματισμον εκμιανθηναι προς αυτο και γυνη ου στησεται προς παν τετραπουν βιβασθηναι μυσερον γαρ εστιν

18:24 μη μιαινεσθε εν πασιν τουτοις εν πασι γαρ τουτοις εμιανθησαν τα εθνη α εγω εξαποστελλω προ προσωπου υμων

18:25 και εμιανθη η γη και ανταπεδωκα αδικιαν αυτοις δι' αυτην και προσωχθισεν η γη τοις εγκαθημενοις επ' αυτης

18:26 και φυλαξεσθε παντα τα νομιμα μου και παντα τα προσταγματα μου και ου ποιησετε απο παντων των βδελυγματων τουτων ο εγχωριος και ο προσγενομενος προσηλυτος εν υμιν

18:27 παντα γαρ τα βδελυγματα ταυτα εποιησαν οι ανθρωποι της γης οι οντες προτεροι υμων και εμιανθη η γη

18:28 και ινα μη προσοχθιση υμιν η γη εν τω μιαινειν υμας αυτην ον τροπον προσωχθισεν τοις εθνεσιν τοις προ υμων

18:29 οτι πας ος αν ποιηση απο παντων των βδελυγματων τουτων εξολεθρευθησονται αι ψυχαι αι ποιουσαι εκ του λαου αυτων

18:30 και φυλαξετε τα προσταγματα μου οπως μη ποιησητε απο παντων των νομιμων των εβδελυγμενων α γεγονεν προ του υμας και ου μιανθησεσθε εν αυτοις οτι εγω κυριος ο θεος υμων

 

Created with FREE HTMLCompiler by BibleDatabase