HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Leviticus 19

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27]

19:1 και ελαλησεν κυριος προς μωυσην λεγων

19:2 λαλησον τη συναγωγη των υιων ισραηλ και ερεις προς αυτους αγιοι εσεσθε οτι εγω αγιος κυριος ο θεος υμων

19:3 εκαστος πατερα αυτου και μητερα αυτου φοβεισθω και τα σαββατα μου φυλαξεσθε εγω κυριος ο θεος υμων

19:4 ουκ επακολουθησετε ειδωλοις και θεους χωνευτους ου ποιησετε υμιν εγω κυριος ο θεος υμων

19:5 και εαν θυσητε θυσιαν σωτηριου τω κυριω δεκτην υμων θυσετε

19:6 η αν ημερα θυσητε βρωθησεται και τη αυριον και εαν καταλειφθη εως ημερας τριτης εν πυρι κατακαυθησεται

19:7 εαν δε βρωσει βρωθη τη ημερα τη τριτη αθυτον εστιν ου δεχθησεται

19:8 ο δε εσθων αυτο αμαρτιαν λημψεται οτι τα αγια κυριου εβεβηλωσεν και εξολεθρευθησονται αι ψυχαι αι εσθουσαι εκ του λαου αυτων

19:9 και εκθεριζοντων υμων τον θερισμον της γης υμων ου συντελεσετε τον θερισμον υμων του αγρου εκθερισαι και τα αποπιπτοντα του θερισμου σου ου συλλεξεις

19:10 και τον αμπελωνα σου ουκ επανατρυγησεις ουδε τους ρωγας του αμπελωνος σου συλλεξεις τω πτωχω και τω προσηλυτω καταλειψεις αυτα εγω ειμι κυριος ο θεος υμων

19:11 ου κλεψετε ου ψευσεσθε ου συκοφαντησει εκαστος τον πλησιον

19:12 και ουκ ομεισθε τω ονοματι μου επ' αδικω και ου βεβηλωσετε το ονομα του θεου υμων εγω ειμι κυριος ο θεος υμων

19:13 ουκ αδικησεις τον πλησιον και ουχ αρπασεις και ου μη κοιμηθησεται ο μισθος του μισθωτου παρα σοι εως πρωι

19:14 ου κακως ερεις κωφον και απεναντι τυφλου ου προσθησεις σκανδαλον και φοβηθηση κυριον τον θεον σου εγω ειμι κυριος ο θεος υμων

19:15 ου ποιησετε αδικον εν κρισει ου λημψη προσωπον πτωχου ουδε θαυμασεις προσωπον δυναστου εν δικαιοσυνη κρινεις τον πλησιον σου

19:16 ου πορευση δολω εν τω εθνει σου ουκ επισυστηση εφ' αιμα του πλησιον σου εγω ειμι κυριος ο θεος υμων

19:17 ου μισησεις τον αδελφον σου τη διανοια σου ελεγμω ελεγξεις τον πλησιον σου και ου λημψη δι' αυτον αμαρτιαν

19:18 και ουκ εκδικαται σου η χειρ και ου μηνιεις τοις υιοις του λαου σου και αγαπησεις τον πλησιον σου ως σεαυτον εγω ειμι κυριος

19:19 τον νομον μου φυλαξεσθε τα κτηνη σου ου κατοχευσεις ετεροζυγω και τον αμπελωνα σου ου κατασπερεις διαφορον και ιματιον εκ δυο υφασμενον κιβδηλον ουκ επιβαλεις σεαυτω

19:20 και εαν τις κοιμηθη μετα γυναικος κοιτην σπερματος και αυτη οικετις διαπεφυλαγμενη ανθρωπω και αυτη λυτροις ου λελυτρωται η ελευθερια ουκ εδοθη αυτη επισκοπη εσται αυτοις ουκ αποθανουνται οτι ουκ απηλευθερωθη

19:21 και προσαξει της πλημμελειας αυτου τω κυριω παρα την θυραν της σκηνης του μαρτυριου κριον πλημμελειας

19:22 και εξιλασεται περι αυτου ο ιερευς εν τω κριω της πλημμελειας εναντι κυριου περι της αμαρτιας ης ημαρτεν και αφεθησεται αυτω η αμαρτια ην ημαρτεν

19:23 οταν δε εισελθητε εις την γην ην κυριος ο θεος υμων διδωσιν υμιν και καταφυτευσετε παν ξυλον βρωσιμον και περικαθαριειτε την ακαθαρσιαν αυτου ο καρπος αυτου τρια ετη εσται υμιν απερικαθαρτος ου βρωθησεται

19:24 και τω ετει τω τεταρτω εσται πας ο καρπος αυτου αγιος αινετος τω κυριω

19:25 εν δε τω ετει τω πεμπτω φαγεσθε τον καρπον προσθεμα υμιν τα γενηματα αυτου εγω ειμι κυριος ο θεος υμων

19:26 μη εσθετε επι των ορεων και ουκ οιωνιεισθε ουδε ορνιθοσκοπησεσθε

19:27 ου ποιησετε σισοην εκ της κομης της κεφαλης υμων ουδε φθερειτε την οψιν του πωγωνος υμων

19:28 και εντομιδας επι ψυχη ου ποιησετε εν τω σωματι υμων και γραμματα στικτα ου ποιησετε εν υμιν εγω ειμι κυριος ο θεος υμων

19:29 ου βεβηλωσεις την θυγατερα σου εκπορνευσαι αυτην και ουκ εκπορνευσει η γη και η γη πλησθησεται ανομιας

19:30 τα σαββατα μου φυλαξεσθε και απο των αγιων μου φοβηθησεσθε εγω ειμι κυριος

19:31 ουκ επακολουθησετε εγγαστριμυθοις και τοις επαοιδοις ου προσκολληθησεσθε εκμιανθηναι εν αυτοις εγω ειμι κυριος ο θεος υμων

19:32 απο προσωπου πολιου εξαναστηση και τιμησεις προσωπον πρεσβυτερου και φοβηθηση τον θεον σου εγω ειμι κυριος ο θεος υμων

19:33 εαν δε τις προσελθη προσηλυτος υμιν εν τη γη υμων ου θλιψετε αυτον

19:34 ως ο αυτοχθων εν υμιν εσται ο προσηλυτος ο προσπορευομενος προς υμας και αγαπησεις αυτον ως σεαυτον οτι προσηλυτοι εγενηθητε εν γη αιγυπτω εγω ειμι κυριος ο θεος υμων

19:35 ου ποιησετε αδικον εν κρισει εν μετροις και εν σταθμιοις και εν ζυγοις

19:36 ζυγα δικαια και σταθμια δικαια και χους δικαιος εσται υμιν εγω ειμι κυριος ο θεος υμων ο εξαγαγων υμας εκ γης αιγυπτου

19:37 και φυλαξεσθε παντα τον νομον μου και παντα τα προσταγματα μου και ποιησετε αυτα εγω ειμι κυριος ο θεος υμων

 

Created with FREE HTMLCompiler by BibleDatabase