HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Leviticus 24

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27]

24:1 και ελαλησεν κυριος προς μωυσην λεγων

24:2 εντειλαι τοις υιοις ισραηλ και λαβετωσαν μοι ελαιον ελαινον καθαρον κεκομμενον εις φως καυσαι λυχνον δια παντος

24:3 εξωθεν του καταπετασματος εν τη σκηνη του μαρτυριου καυσουσιν αυτον ααρων και οι υιοι αυτου απο εσπερας εως πρωι ενωπιον κυριου ενδελεχως νομιμον αιωνιον εις τας γενεας υμων

24:4 επι της λυχνιας της καθαρας καυσετε τους λυχνους εναντι κυριου εως το πρωι

24:5 και λημψεσθε σεμιδαλιν και ποιησετε αυτην δωδεκα αρτους δυο δεκατων εσται ο αρτος ο εις

24:6 και επιθησετε αυτους δυο θεματα εξ αρτους το εν θεμα επι την τραπεζαν την καθαραν εναντι κυριου

24:7 και επιθησετε επι το θεμα λιβανον καθαρον και αλα και εσονται εις αρτους εις αναμνησιν προκειμενα τω κυριω

24:8 τη ημερα των σαββατων προθησεται εναντι κυριου δια παντος ενωπιον των υιων ισραηλ διαθηκην αιωνιον

24:9 και εσται ααρων και τοις υιοις αυτου και φαγονται αυτα εν τοπω αγιω εστιν γαρ αγια των αγιων τουτο αυτω απο των θυσιαζομενων τω κυριω νομιμον αιωνιον

24:10 και εξηλθεν υιος γυναικος ισραηλιτιδος και ουτος ην υιος αιγυπτιου εν τοις υιοις ισραηλ και εμαχεσαντο εν τη παρεμβολη ο εκ της ισραηλιτιδος και ο ανθρωπος ο ισραηλιτης

24:11 και επονομασας ο υιος της γυναικος της ισραηλιτιδος το ονομα κατηρασατο και ηγαγον αυτον προς μωυσην και το ονομα της μητρος αυτου σαλωμιθ θυγατηρ δαβρι εκ της φυλης δαν

24:12 και απεθεντο αυτον εις φυλακην διακριναι αυτον δια προσταγματος κυριου

24:13 και ελαλησεν κυριος προς μωυσην λεγων

24:14 εξαγαγε τον καταρασαμενον εξω της παρεμβολης και επιθησουσιν παντες οι ακουσαντες τας χειρας αυτων επι την κεφαλην αυτου και λιθοβολησουσιν αυτον πασα η συναγωγη

24:15 και τοις υιοις ισραηλ λαλησον και ερεις προς αυτους ανθρωπος ος εαν καταρασηται θεον αμαρτιαν λημψεται

24:16 ονομαζων δε το ονομα κυριου θανατω θανατουσθω λιθοις λιθοβολειτω αυτον πασα συναγωγη ισραηλ εαν τε προσηλυτος εαν τε αυτοχθων εν τω ονομασαι αυτον το ονομα κυριου τελευτατω

24:17 και ανθρωπος ος αν παταξη ψυχην ανθρωπου και αποθανη θανατω θανατουσθω

24:18 και ος αν παταξη κτηνος και αποθανη αποτεισατω ψυχην αντι ψυχης

24:19 και εαν τις δω μωμον τω πλησιον ως εποιησεν αυτω ωσαυτως αντιποιηθησεται αυτω

24:20 συντριμμα αντι συντριμματος οφθαλμον αντι οφθαλμου οδοντα αντι οδοντος καθοτι αν δω μωμον τω ανθρωπω ουτως δοθησεται αυτω

24:21 ος αν παταξη ανθρωπον και αποθανη θανατω θανατουσθω

24:22 δικαιωσις μια εσται τω προσηλυτω και τω εγχωριω οτι εγω ειμι κυριος ο θεος υμων

24:23 και ελαλησεν μωυσης τοις υιοις ισραηλ και εξηγαγον τον καταρασαμενον εξω της παρεμβολης και ελιθοβολησαν αυτον εν λιθοις και οι υιοι ισραηλ εποιησαν καθα συνεταξεν κυριος τω μωυση

 

Created with FREE HTMLCompiler by BibleDatabase