HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Leviticus 25

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27]

25:1 και ελαλησεν κυριος προς μωυσην εν τω ορει σινα λεγων

25:2 λαλησον τοις υιοις ισραηλ και ερεις προς αυτους εαν εισελθητε εις την γην ην εγω διδωμι υμιν και αναπαυσεται η γη ην εγω διδωμι υμιν σαββατα τω κυριω

25:3 εξ ετη σπερεις τον αγρον σου και εξ ετη τεμεις την αμπελον σου και συναξεις τον καρπον αυτης

25:4 τω δε ετει τω εβδομω σαββατα αναπαυσις εσται τη γη σαββατα τω κυριω τον αγρον σου ου σπερεις και την αμπελον σου ου τεμεις

25:5 και τα αυτοματα αναβαινοντα του αγρου σου ουκ εκθερισεις και την σταφυλην του αγιασματος σου ουκ εκτρυγησεις ενιαυτος αναπαυσεως εσται τη γη

25:6 και εσται τα σαββατα της γης βρωματα σοι και τω παιδι σου και τη παιδισκη σου και τω μισθωτω σου και τω παροικω τω προσκειμενω προς σε

25:7 και τοις κτηνεσιν σου και τοις θηριοις τοις εν τη γη σου εσται παν το γενημα αυτου εις βρωσιν

25:8 και εξαριθμησεις σεαυτω επτα αναπαυσεις ετων επτα ετη επτακις και εσονται σοι επτα εβδομαδες ετων εννεα και τεσσαρακοντα ετη

25:9 και διαγγελειτε σαλπιγγος φωνη εν παση τη γη υμων τω μηνι τω εβδομω τη δεκατη του μηνος τη ημερα του ιλασμου διαγγελειτε σαλπιγγι εν παση τη γη υμων

25:10 και αγιασετε το ετος το πεντηκοστον ενιαυτον και διαβοησετε αφεσιν επι της γης πασιν τοις κατοικουσιν αυτην ενιαυτος αφεσεως σημασια αυτη εσται υμιν και απελευσεται εις εκαστος εις την κτησιν αυτου και εκαστος εις την πατριδα αυτου απελευσεσθε

25:11 αφεσεως σημασια αυτη το ετος το πεντηκοστον ενιαυτος εσται υμιν ου σπερειτε ουδε αμησετε τα αυτοματα αναβαινοντα αυτης και ου τρυγησετε τα ηγιασμενα αυτης

25:12 οτι αφεσεως σημασια εστιν αγιον εσται υμιν απο των πεδιων φαγεσθε τα γενηματα αυτης

25:13 εν τω ετει της αφεσεως σημασια αυτης επανελευσεται εκαστος εις την κτησιν αυτου

25:14 εαν δε αποδω πρασιν τω πλησιον σου εαν και κτηση παρα του πλησιον σου μη θλιβετω ανθρωπος τον πλησιον

25:15 κατα αριθμον ετων μετα την σημασιαν κτηση παρα του πλησιον κατα αριθμον ενιαυτων γενηματων αποδωσεται σοι

25:16 καθοτι αν πλειον των ετων πληθυνη την εγκτησιν αυτου και καθοτι αν ελαττον των ετων ελαττονωση την κτησιν αυτου οτι αριθμον γενηματων αυτου ουτως αποδωσεται σοι

25:17 μη θλιβετω ανθρωπος τον πλησιον και φοβηθηση κυριον τον θεον σου εγω ειμι κυριος ο θεος υμων

25:18 και ποιησετε παντα τα δικαιωματα μου και πασας τας κρισεις μου και φυλαξασθε και ποιησετε αυτα και κατοικησετε επι της γης πεποιθοτες

25:19 και δωσει η γη τα εκφορια αυτης και φαγεσθε εις πλησμονην και κατοικησετε πεποιθοτες επ' αυτης

25:20 εαν δε λεγητε τι φαγομεθα εν τω ετει τω εβδομω τουτω εαν μη σπειρωμεν μηδε συναγαγωμεν τα γενηματα ημων

25:21 και αποστελω την ευλογιαν μου υμιν εν τω ετει τω εκτω και ποιησει τα γενηματα αυτης εις τα τρια ετη

25:22 και σπερειτε το ετος το ογδοον και φαγεσθε απο των γενηματων παλαια εως του ετους του ενατου εως αν ελθη το γενημα αυτης φαγεσθε παλαια παλαιων

25:23 και η γη ου πραθησεται εις βεβαιωσιν εμη γαρ εστιν η γη διοτι προσηλυτοι και παροικοι υμεις εστε εναντιον μου

25:24 και κατα πασαν γην κατασχεσεως υμων λυτρα δωσετε της γης

25:25 εαν δε πενηται ο αδελφος σου ο μετα σου και αποδωται απο της κατασχεσεως αυτου και ελθη ο αγχιστευων εγγιζων εγγιστα αυτου και λυτρωσεται την πρασιν του αδελφου αυτου

25:26 εαν δε μη η τινι ο αγχιστευων και ευπορηθη τη χειρι και ευρεθη αυτω το ικανον λυτρα αυτου

25:27 και συλλογιειται τα ετη της πρασεως αυτου και αποδωσει ο υπερεχει τω ανθρωπω ω απεδοτο εαυτον αυτω και απελευσεται εις την κατασχεσιν αυτου

25:28 εαν δε μη ευπορηθη η χειρ αυτου το ικανον ωστε αποδουναι αυτω και εσται η πρασις τω κτησαμενω αυτα εως του εκτου ετους της αφεσεως και εξελευσεται τη αφεσει και απελευσεται εις την κατασχεσιν αυτου

25:29 εαν δε τις αποδωται οικιαν οικητην εν πολει τετειχισμενη και εσται η λυτρωσις αυτης εως πληρωθη ενιαυτος ημερων εσται η λυτρωσις αυτης

25:30 εαν δε μη λυτρωθη εως αν πληρωθη αυτης ενιαυτος ολος κυρωθησεται η οικια η ουσα εν πολει τη εχουση τειχος βεβαιως τω κτησαμενω αυτην εις τας γενεας αυτου και ουκ εξελευσεται εν τη αφεσει

25:31 αι δε οικιαι αι εν επαυλεσιν αις ουκ εστιν εν αυταις τειχος κυκλω προς τον αγρον της γης λογισθητωσαν λυτρωται δια παντος εσονται και εν τη αφεσει εξελευσονται

25:32 και αι πολεις των λευιτων οικιαι των πολεων αυτων κατασχεσεως λυτρωται δια παντος εσονται τοις λευιταις

25:33 και ος αν λυτρωσαμενος παρα των λευιτων και εξελευσεται η διαπρασις αυτων οικιων πολεως κατασχεσεως αυτων εν τη αφεσει οτι οικιαι των πολεων των λευιτων κατασχεσις αυτων εν μεσω υιων ισραηλ

25:34 και οι αγροι οι αφωρισμενοι ταις πολεσιν αυτων ου πραθησονται οτι κατασχεσις αιωνια τουτο αυτων εστιν

25:35 εαν δε πενηται ο αδελφος σου και αδυνατηση ταις χερσιν παρα σοι αντιλημψη αυτου ως προσηλυτου και παροικου και ζησεται ο αδελφος σου μετα σου

25:36 ου λημψη παρ' αυτου τοκον ουδε επι πληθει και φοβηθηση τον θεον σου εγω κυριος και ζησεται ο αδελφος σου μετα σου

25:37 το αργυριον σου ου δωσεις αυτω επι τοκω και επι πλεονασμον ου δωσεις αυτω τα βρωματα σου

25:38 εγω κυριος ο θεος υμων ο εξαγαγων υμας εκ γης αιγυπτου δουναι υμιν την γην χανααν ωστε ειναι υμων θεος

25:39 εαν δε ταπεινωθη ο αδελφος σου παρα σοι και πραθη σοι ου δουλευσει σοι δουλειαν οικετου

25:40 ως μισθωτος η παροικος εσται σοι εως του ετους της αφεσεως εργαται παρα σοι

25:41 και εξελευσεται τη αφεσει και τα τεκνα αυτου μετ' αυτου και απελευσεται εις την γενεαν αυτου εις την κατασχεσιν την πατρικην αποδραμειται

25:42 διοτι οικεται μου εισιν ουτοι ους εξηγαγον εκ γης αιγυπτου ου πραθησεται εν πρασει οικετου

25:43 ου κατατενεις αυτον εν τω μοχθω και φοβηθηση κυριον τον θεον σου

25:44 και παις και παιδισκη οσοι αν γενωνται σοι απο των εθνων οσοι κυκλω σου εισιν απ' αυτων κτησεσθε δουλον και δουλην

25:45 και απο των υιων των παροικων των οντων εν υμιν απο τουτων κτησεσθε και απο των συγγενων αυτων οσοι αν γενωνται εν τη γη υμων εστωσαν υμιν εις κατασχεσιν

25:46 και καταμεριειτε αυτους τοις τεκνοις υμων μεθ' υμας και εσονται υμιν κατοχιμοι εις τον αιωνα των αδελφων υμων των υιων ισραηλ εκαστος τον αδελφον αυτου ου κατατενει αυτον εν τοις μοχθοις

25:47 εαν δε ευρη η χειρ του προσηλυτου η του παροικου του παρα σοι και απορηθεις ο αδελφος σου πραθη τω προσηλυτω η τω παροικω τω παρα σοι εκ γενετης προσηλυτω

25:48 μετα το πραθηναι αυτω λυτρωσις εσται αυτω εις των αδελφων αυτου λυτρωσεται αυτον

25:49 αδελφος πατρος αυτου η υιος αδελφου πατρος λυτρωσεται αυτον η απο των οικειων των σαρκων αυτου εκ της φυλης αυτου λυτρωσεται αυτον εαν δε ευπορηθεις ταις χερσιν λυτρωσηται εαυτον

25:50 και συλλογιειται προς τον κεκτημενον αυτον απο του ετους ου απεδοτο εαυτον αυτω εως του ενιαυτου της αφεσεως και εσται το αργυριον της πρασεως αυτου ως μισθιου ετος εξ ετους εσται μετ' αυτου

25:51 εαν δε τινι πλειον των ετων η προς ταυτα αποδωσει τα λυτρα αυτου απο του αργυριου της πρασεως αυτου

25:52 εαν δε ολιγον καταλειφθη απο των ετων εις τον ενιαυτον της αφεσεως και συλλογιειται αυτω κατα τα ετη αυτου και αποδωσει τα λυτρα αυτου

25:53 ως μισθωτος ενιαυτον εξ ενιαυτου εσται μετ' αυτου ου κατατενεις αυτον εν τω μοχθω ενωπιον σου

25:54 εαν δε μη λυτρωται κατα ταυτα εξελευσεται εν τω ετει της αφεσεως αυτος και τα παιδια αυτου μετ' αυτου

25:55 οτι εμοι οι υιοι ισραηλ οικεται παιδες μου ουτοι εισιν ους εξηγαγον εκ γης αιγυπτου εγω κυριος ο θεος υμων

 

Created with FREE HTMLCompiler by BibleDatabase