HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Leviticus 26

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27]

26:1 ου ποιησετε υμιν αυτοις χειροποιητα ουδε γλυπτα ουδε στηλην αναστησετε υμιν ουδε λιθον σκοπον θησετε εν τη γη υμων προσκυνησαι αυτω εγω ειμι κυριος ο θεος υμων

26:2 τα σαββατα μου φυλαξεσθε και απο των αγιων μου φοβηθησεσθε εγω ειμι κυριος

26:3 εαν τοις προσταγμασιν μου πορευησθε και τας εντολας μου φυλασσησθε και ποιησητε αυτας

26:4 και δωσω τον υετον υμιν εν καιρω αυτου και η γη δωσει τα γενηματα αυτης και τα ξυλα των πεδιων αποδωσει τον καρπον αυτων

26:5 και καταλημψεται υμιν ο αλοητος τον τρυγητον και ο τρυγητος καταλημψεται τον σπορον και φαγεσθε τον αρτον υμων εις πλησμονην και κατοικησετε μετα ασφαλειας επι της γης υμων

26:6 και πολεμος ου διελευσεται δια της γης υμων και δωσω ειρηνην εν τη γη υμων και κοιμηθησεσθε και ουκ εσται υμας ο εκφοβων και απολω θηρια πονηρα εκ της γης υμων

26:7 και διωξεσθε τους εχθρους υμων και πεσουνται εναντιον υμων φονω

26:8 και διωξονται εξ υμων πεντε εκατον και εκατον υμων διωξονται μυριαδας και πεσουνται οι εχθροι υμων εναντιον υμων μαχαιρα

26:9 και επιβλεψω εφ' υμας και αυξανω υμας και πληθυνω υμας και στησω την διαθηκην μου μεθ' υμων

26:10 και φαγεσθε παλαια και παλαια παλαιων και παλαια εκ προσωπου νεων εξοισετε

26:11 και θησω την διαθηκην μου εν υμιν και ου βδελυξεται η ψυχη μου υμας

26:12 και εμπεριπατησω εν υμιν και εσομαι υμων θεος και υμεις εσεσθε μου λαος

26:13 εγω ειμι κυριος ο θεος υμων ο εξαγαγων υμας εκ γης αιγυπτου οντων υμων δουλων και συνετριψα τον δεσμον του ζυγου υμων και ηγαγον υμας μετα παρρησιας

26:14 εαν δε μη υπακουσητε μου μηδε ποιησητε τα προσταγματα μου ταυτα

26:15 αλλα απειθησητε αυτοις και τοις κριμασιν μου προσοχθιση η ψυχη υμων ωστε υμας μη ποιειν πασας τας εντολας μου ωστε διασκεδασαι την διαθηκην μου

26:16 και εγω ποιησω ουτως υμιν και επισυστησω εφ' υμας την αποριαν την τε ψωραν και τον ικτερον και σφακελιζοντας τους οφθαλμους υμων και την ψυχην υμων εκτηκουσαν και σπερειτε δια κενης τα σπερματα υμων και εδονται οι υπεναντιοι υμων

26:17 και επιστησω το προσωπον μου εφ' υμας και πεσεισθε εναντιον των εχθρων υμων και διωξονται υμας οι μισουντες υμας και φευξεσθε ουθενος διωκοντος υμας

26:18 και εαν εως τουτου μη υπακουσητε μου και προσθησω του παιδευσαι υμας επτακις επι ταις αμαρτιαις υμων

26:19 και συντριψω την υβριν της υπερηφανιας υμων και θησω τον ουρανον υμιν σιδηρουν και την γην υμων ωσει χαλκην

26:20 και εσται εις κενον η ισχυς υμων και ου δωσει η γη υμων τον σπορον αυτης και το ξυλον του αγρου υμων ου δωσει τον καρπον αυτου

26:21 και εαν μετα ταυτα πορευησθε πλαγιοι και μη βουλησθε υπακουειν μου προσθησω υμιν πληγας επτα κατα τας αμαρτιας υμων

26:22 και αποστελω εφ' υμας τα θηρια τα αγρια της γης και κατεδεται υμας και εξαναλωσει τα κτηνη υμων και ολιγοστους ποιησει υμας και ερημωθησονται αι οδοι υμων

26:23 και επι τουτοις εαν μη παιδευθητε αλλα πορευησθε προς με πλαγιοι

26:24 πορευσομαι καγω μεθ' υμων θυμω πλαγιω και παταξω υμας καγω επτακις αντι των αμαρτιων υμων

26:25 και επαξω εφ' υμας μαχαιραν εκδικουσαν δικην διαθηκης και καταφευξεσθε εις τας πολεις υμων και εξαποστελω θανατον εις υμας και παραδοθησεσθε εις χειρας εχθρων

26:26 εν τω θλιψαι υμας σιτοδεια αρτων και πεψουσιν δεκα γυναικες τους αρτους υμων εν κλιβανω ενι και αποδωσουσιν τους αρτους υμων εν σταθμω και φαγεσθε και ου μη εμπλησθητε

26:27 εαν δε επι τουτοις μη υπακουσητε μου και πορευησθε προς με πλαγιοι

26:28 και αυτος πορευσομαι μεθ' υμων εν θυμω πλαγιω και παιδευσω υμας εγω επτακις κατα τας αμαρτιας υμων

26:29 και φαγεσθε τας σαρκας των υιων υμων και τας σαρκας των θυγατερων υμων φαγεσθε

26:30 και ερημωσω τας στηλας υμων και εξολεθρευσω τα ξυλινα χειροποιητα υμων και θησω τα κωλα υμων επι τα κωλα των ειδωλων υμων και προσοχθιει η ψυχη μου υμιν

26:31 και θησω τας πολεις υμων ερημους και εξερημωσω τα αγια υμων και ου μη οσφρανθω της οσμης των θυσιων υμων

26:32 και εξερημωσω εγω την γην υμων και θαυμασονται επ' αυτη οι εχθροι υμων οι ενοικουντες εν αυτη

26:33 και διασπερω υμας εις τα εθνη και εξαναλωσει υμας επιπορευομενη η μαχαιρα και εσται η γη υμων ερημος και αι πολεις υμων εσονται ερημοι

26:34 τοτε ευδοκησει η γη τα σαββατα αυτης και πασας τας ημερας της ερημωσεως αυτης και υμεις εσεσθε εν τη γη των εχθρων υμων τοτε σαββατιει η γη και ευδοκησει τα σαββατα αυτης

26:35 πασας τας ημερας της ερημωσεως αυτης σαββατιει α ουκ εσαββατισεν εν τοις σαββατοις υμων ηνικα κατωκειτε αυτην

26:36 και τοις καταλειφθεισιν εξ υμων επαξω δειλιαν εις την καρδιαν αυτων εν τη γη των εχθρων αυτων και διωξεται αυτους φωνη φυλλου φερομενου και φευξονται ως φευγοντες απο πολεμου και πεσουνται ουθενος διωκοντος

26:37 και υπεροψεται ο αδελφος τον αδελφον ωσει εν πολεμω ουθενος κατατρεχοντος και ου δυνησεσθε αντιστηναι τοις εχθροις υμων

26:38 και απολεισθε εν τοις εθνεσιν και κατεδεται υμας η γη των εχθρων υμων

26:39 και οι καταλειφθεντες αφ' υμων καταφθαρησονται δια τας αμαρτιας υμων εν τη γη των εχθρων αυτων τακησονται

26:40 και εξαγορευσουσιν τας αμαρτιας αυτων και τας αμαρτιας των πατερων αυτων οτι παρεβησαν και υπερειδον με και οτι επορευθησαν εναντιον μου πλαγιοι

26:41 και εγω επορευθην μετ' αυτων εν θυμω πλαγιω και απολω αυτους εν τη γη των εχθρων αυτων τοτε εντραπησεται η καρδια αυτων η απεριτμητος και τοτε ευδοκησουσιν τας αμαρτιας αυτων

26:42 και μνησθησομαι της διαθηκης ιακωβ και της διαθηκης ισαακ και της διαθηκης αβρααμ μνησθησομαι και της γης μνησθησομαι

26:43 και η γη εγκαταλειφθησεται υπ' αυτων τοτε προσδεξεται η γη τα σαββατα αυτης εν τω ερημωθηναι αυτην δι' αυτους και αυτοι προσδεξονται τας αυτων ανομιας ανθ' ων τα κριματα μου υπερειδον και τοις προσταγμασιν μου προσωχθισαν τη ψυχη αυτων

26:44 και ουδ' ως οντων αυτων εν τη γη των εχθρων αυτων ουχ υπερειδον αυτους ουδε προσωχθισα αυτοις ωστε εξαναλωσαι αυτους του διασκεδασαι την διαθηκην μου την προς αυτους οτι εγω ειμι κυριος ο θεος αυτων

26:45 και μνησθησομαι αυτων της διαθηκης της προτερας οτε εξηγαγον αυτους εκ γης αιγυπτου εξ οικου δουλειας εναντι των εθνων του ειναι αυτων θεος εγω ειμι κυριος

26:46 ταυτα τα κριματα και τα προσταγματα και ο νομος ον εδωκεν κυριος ανα μεσον αυτου και ανα μεσον των υιων ισραηλ εν τω ορει σινα εν χειρι μωυση

 

Created with FREE HTMLCompiler by BibleDatabase